Ancient Greek
2.290.1
Archytas of Tarentum, Testimonia 2.290.1
Unproofread scanNot analysed yet
στάσιν μὲν ἐπαυσεν, ὁμόνοιαν δὲ αὐξήσεν λογισμὸς εὐρεθείς· πλεονεξία τε γὰρ οὐκ ἔστι τοῦτον γενομένου καὶ ἰσότης ἐστιν· τούτῳ γὰρ περὶ τῶν συναλλαγμάτων διαλλάσσομεθα. διὰ τοῦτον οὖν οἱ πένητες λαμβάνουσι παρὰ τῶν δυναμένων, οἱ τε πλούσιοι διδόναι τοῖς δεομένοις, πιστεύοντες ἀμφότεροι διὰ τοῦτῳ τὸ ἴσον ἔχειν. καὶ τῶν δὲ καὶ κωλυτὴρ τῶν ἀδικοῦντων τοὺς μὲν ἐπισταμένους λογίζεσθαι πρὶν ἀδικεῖν ἐπαυσεν, πείσας ὅτι οὐ δυνασύνται λαθεῖν, ὅταν ἐπ’ αὐτῶν ἐλθῇ· τοὺς δὲ μὴ ἐπισταμένους, ἐν αὐτῷ δηλώσας ἀδικοῦντας, ἐκώλυσεν ἀδικῆσαι.