Ancient Greek
159.1
Aresas, Fragmentum 159.1
Unproofread scanNot analysed yet
ἘΚ ΤΩΝ ΑΡΕΣΑ ΛΕΥΚΑΝΟΥ ΠΥΘΑΓΟ- ΡΕΙΟΥ ΠΕΡΙ ΑΝΘΡΩΠΩ ΦΥΣΙΟΣ. Φύσις ἀνθρώπων κανών μοι δοκεῖ νόμῳ τε καὶ δίκας ἡμεν καὶ οἴκῳ τε καὶ πόλιος. Ἱγνία γὰρ ἐν αὐτῷ στιθεαζόμενος εὑροῖτο κά τις καὶ μαστευόμενος. Νόμος γὰρ ἐν αὐτῷ καὶ δίκαι, ἃ τὰς ψυχὰς ἐστι διακόσμησις. Τριγθαδία γὰρ ὑπάρχοισα ἐπὶ τριγθαδίας ἔργους συνἐστακε. Γνώμην καὶ φρόνησιν ἐργαζόμενος ὁ νόος, καὶ ἀλκὴν καὶ δύναμιν ἄ θύμωσις, καὶ ἔρωτα καὶ φιλοπροσύναν ἄ ἐπιθυμία. Καὶ οὕτω συντέτακται ταῦτα ποτ' ἀλλὰλα πάντα, ὥστε αὐτὰς τὸ μὲν κράτιστον ἀνέσεσθαι, τὸ δὲ χειρὸν ἀρχεσθαι, τὸ δὲ μέσον μέσων ἐπέχειν τάζιν καὶ ἀρχεν καὶ ἀρχεσθαι. Ταῦτα δ' οὕτως ἐμάσατο κατὰ λόγον ὁ θεὸς ἐν τῇ ἐκτυπώσειa καὶ ἐξεργασίᾳ τῷ ἀνθρωπίνῳ σκάνεος, ὅτι μόνον ἀνθρωπον ἐνόαστο νόμῳ τε καὶ δίκας ἐπιδέχορα γενέσθαι, καὶ οὐδὲν ἄλλο τῶν θνατῶν ζῴων. Οὔτε γὰρ ἐξ ἑνὸς σύσταμα κοινωνίας γένοιτο κα, οὔτε μὴν ἐκ πλειόνων, ὁμοίων δὲ τούτων· ἀνάγκα γὰρ, ἐπεὶ τὰ πράγματα διαφέροντά ἐστι, καὶ τὰς ἐν αὐτῖν μοῖρας τὰς ψυχὰς διαφόρους ἦμεν, ὥσπερ καὶ ἐπὶ τῷ σώματος δράσιος καὶ ἄψιοςb καὶ ἀκούς καὶ γεύσιος καὶ