Ancient Greek
1 to 3
ARETADES CNIDIUS, Fragmenta 1-3
Not analysed yet
Δαρεῖος ὁ Πέρσης, ἐπὶ Γρανικῷ πολεμήσας Ἀλεξάνδρῳ καὶ ἑπτὰ σατράπας ἀποβαλὼν, καὶ ἅρματα δρεπανηφόρα δύο καὶ πεντακόσια, συμβαλεῖν ἔμελλε τῇ ἑξῆς. Ἀριοβαρζάνης δὲ ὁ υἱὸς, συμπαθῶς διακείμενος πρὸς Ἀλέξανδρον, ὑπισχνεῖτο τὸν πατέρα προδώσειν. Ἀγανακτήσας δὲ ὁ πατὴρ ἐτραχηλοκόπησεν· ὡς Ἀρητάδης Κνίδιος ἐν τρίτῳ Μακεδονικῶν. Γεννᾶται δ ̓ ἐν αὐτῷ λίθος, αὐτόγλυφος καλούμενος· εὑρίσκεται γὰρ τετυπωμένην ἔχων τὴν μητέρα τῶν θεῶν. Τοῦτον τὸν λίθον ἐὰν εὕρῃ τις, σπανίως εὑρισκόμενον, τῶν ὑποτεμνομένων οὐ ξενίζεται, ἀλλ ̓ εὐψύχως φέρει τῆς παρὰ φύσιν πράξεως τὴν ὄψιν· καθὼς ἱστορεῖ Ἀρετάζης (sic) ἐν τοῖς Φρυγιακοῖς. Τελαμὼν ὁ Αἰακοῦ καὶ Ἐνδηίδος, ἐλθὼν εἰς Εὔβοιαν*** νυκτὸς ἔφυγεν. Ὁ δὲ πατὴρ αἰσθόμενος καὶ τῶν πολιτῶν τινα ὑποπτεύσας, ἔδωκε τὴν κόρην καταποντωθῆναί τινι τῶν δορυφόρων. Ὁ δ ̓ ἐλεήσας ἀπημπόλησε· προσσχούσης δὲ τῆς νεὼς Σαλαμῖνι, Τελαμὼν ὠνήσατο· ἡ δ ̓ ἔτεκεν Αἴαντα· ὡς Ἀρητάδης Κνίδιος ἐν δευτέρῳ Νησιωτικῶν.