Ancient Greek · ~10 min
ΒΙΒΛΙΟΝ *α′.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. ιαʼ. περὶ Ἄσθματο ς.
Not analysed yet
εἰ ἀπὸ δρόμου καὶ γυμνασίων καὶ παντὸς ἔργου δυσπνοεῖ ἡ ἀναπνοὴ, ἆσθμα καλεῖται· καὶ ἡ νοῦσος δὲ ὀρθόπνοια, καὶ ἥδε κικλήσκεται ἆσθμα· ἐν γὰρ τοῖσι παροξυσμοῖσι ἀσθμαίνουσι καὶ οἵδε. ὀρθόπνοιαν δὲ ἐκάλεον, οὕνεκεν ὀρθίῳ σχήματι μοῦνον ἀναπνέουσι εὐφόρως· πνὶξ γὰρ ἐν κατακλίσι. εἵνεκεν τοῦ τόνου τοῦ ἐπὶ τῷ πνεύματι ὀρθόπνοια τοὔνομα. ὄρθιος γὰρ ἀνατέταται ἐς ἀναπνοὴν, κἢν ὕπτιος κατακλινθῇ ὥνθρωπος, κίνδυνος πνιγῆναι. πάσχει δὲ πλεύμων· ξυμπαθέει δὲ καὶ τὰ ξυντελοῦντα ἐς ἀναπνοὴν, διάφραγμα, θώρηξ· ἢν δὲ καρδίη πάθῃ, οὔκοτε ἐς πολλὸν διαρκέσειε. τῇδε γὰρ ἡ τῆς ἀναπνοῆς καὶ τῆς ζωῆς ἀρχή. αἰτίη δὲ ψύξις καὶ ὑγρότης τοῦ πνεύματος· ὕλη δὲ ὑγρὰ, παχέα, κολλώδεα· εὐπαθέες δὲ γυναῖκες ἀνδρῶν μᾶλλον, ὅτι περ ὑγραί τε καὶ ψυχραί· οἱ δὲ παῖδες τούτων περιγίγνονται Ῥηΐτερον, ἡ γὰρ φύσις ἐν αὐξήσι θερμῆναι δυνατωτάτη. ἄνδρες δὲ εἰ καὶ μὴ Ῥηΐδιοι παθεῖν, ἀλλὰ θνήσκουσι θᾶσσον. ἀμβολὴ δὲ θανάτου ὅσοισι ἐν ἔργου πρήξι, ἢ ἐν εἰρίοισι πλεύμων θάλπεται καὶ διαίθεται, ὁκοῖόν τι τοῖσι τῆς τιτάνου ἐργάτῃσι, ἢ χαλκεῦσι, ἢ σιδηρεῦσι, ἢ καὶ λουτρῶν πυρσευτῆρσι. Μελλησμοῦ δὲ σημήϊα, βάρος τοῦ θώρηκος, ὄκνος ἐς τὸ ξύνηθες ἔργον, ἀτὰρ ἠδὲ ἐς ἅπασαν πρῆξιν, δύσπνοια ἐν δρόμῳ, ἢ πρὸς ὁδὸν ὀρθήν· βραγχώδεες καὶ βηχώδεες, φῦσα ἐν τοῖσι ὑποχονδρίοισι καὶ ἐρυγαὶ παράλογοι, ἀγρυπνίη, θερμασίη νύκτωρ σμικρὴ, ἀσαφής· Ῥὶς ὀξείη, ἐς ἀναπνοὴν ἑτοίμη. ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, μῆλα ἐρυθρά· ὀφθαλμοὶ προπετέες, ὡς ἐπʼ ἀγχόνῃ, Ῥωγμὸς ἐν ἐγρηγόρσι· πολλὸν δὲ μέζον τὸ κακὸν ἐν ὕπνῳ· ὑγρὴ καὶ ἄηχος ἡ φωνή· πολλοῦ καὶ ψυχροῦ ἠέρος ἐπιθυμίη· ἐς τὸ ὕπαιθρον ἴενται, πᾶς γὰρ αὐτέοισι οἶκος ἐς ἀναπνοὴν οὐ διαρκής· ἀναπνέουσι ὄρθιοι, ὅκως ἅπαντα σπάσαι τὸν ἑλκόμενον ἠέρα ποθέοντες, ὑπʼ ἀπορίης δὲ τοῦ ἠέρος καὶ διοίγουσι τὸ στόμα, ὡς τῷδε μέζονι χρεόμενοι· ὠχροὶ τὰ πρόσωπα, πλὴν τῶν μήλων. τάδε γὰρ ἐρευθῆ. ἱδρῶς περὶ μέτωπον καὶ κληϊδας· βὴξ συνεχὴς, βιαίη· ἀναγωγὴ σμικρὴ, λεπτὴ, ψυχρὴ, ἰκέλη ὁκοῖόν τι καὶ ἀφροῦ ἐπάνθισμα. τράχηλος οἰδέει πνεύματος πρήσι. ὑποχόνδρια ἀνεσπασμένα. σφυγμοὶ σμικροὶ, πυκινοὶ ,πιεζεύμενοι· ἰσχνὰ σκέλεα· κἢν ὑπερταθῇ τάδε, ἀπέπνιξέ κοτε ἐπιληπτικῷ τρόπῳ. ἢν δὲ ἐς ἀγαθὸν τρέπηται, βὴξ μακροτέρη καὶ ἀραιοτέρη. ἀναγωγὴ πλεύνων τε πύων καὶ ὑγροτέρων· κοιλίης τάραχος πολλῶν ὑδατωδέων· οὔρων ἔκκρισις πολλὴ, κἢν ἐς ὑπόστασιν μηδέκω ἥκῃ· φωνὴ γεγωνοτέρη ,ὕπνοι αὐταρκέες, ὑποχονδρίων ἄνεσις· ἧκέ ποτε πόνος ἐς μετάφρενον ἐπʼ ἀνέσι. ἆσθμα ἀραιὸν, λεῖον, κερχνῶδες. ὧδε μὲν οὖν διαδιδρήσκουσι τὸν ὄλεθρον ἐν δὲ τῇσι ἐπανέσεσι, κἢν περιΐωσι ὀρθοστάδην, τοῦ πάθεος φέρουσι ξύμβολα.