Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ *α′.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. ιβʼ. περὶ Πνευμωδῶν.
Not analysed yet
ἄσθματος ἰδέη τὸ πνευμῶδες, καὶ ἀπὸ τοῦ πνεύμονος τὸ πάθος ὅκως ἐπʼ ἄσθματι. ξυνὰ γὰρ καὶ τὰ παρεόντα· σμικρὸν δὲ καὶ τὸ διάφορον. δύσπνοια μὲν γὰρ καὶ βὴξ καὶ ἀγρυπνίη καὶ θέρμη ξυνά· καὶ ἀποσιτίη καὶ ἰσχνότης ὅλου. καὶ γὰρ ἐς χρόνον τὸ κακὸν ἀποτείνεται, πλὴν οὐ περαιτέρω ἑνὸς ἔτεος. ἤν τε γὰρ τὸ μετόπωρον ἄρξῃ, εἰς τὸ ἔαρ ἢ τὸ θέρος ἀπογίγνονται· ἤν τε χειμὼν, ἐς τὸ μετόπωρον τελευτῶσι τὸν βίον. κοτὲ καὶ γέροντες ἁλῶναι Ῥηΐδιοι καὶ ἀπόφρικτοι ἁλόντες, ὅσον βραχείης Ῥοπῆς ἐς εὐνὴν θανάτου χρέος· ἄγχιστα ἅπαντες ἄπνοοι, σφυγμοὶ σμικροὶ, πυκνοὶ, ἀμυδροί. ἀλλὰ τάδε μὲν ξυνὰ πρὸς τὸ ἆσθμα· ἰδίᾳ δὲ ἀναβήσσουσι ὡς ἀνάξοντες. ματαιοπονέουσι δέ· οὐδὲν γὰρ ἀνάγουσι. εἰ δέ τι τοῦ πλεύμονος ἀπορραγείη βίῃ, σμικρὸν, λευκὸν, στρογγύλον ,χαλαζῶδες· θώρηξ εὐρύτερος μὲν, ἀδιάστροφος, ἠδὲ ἀνέλκωτος· ἢν δὲ ἀνεκπύητος ὁ πνεύμων ᾖ, ὑγρῶν δὲ ὁκοῖόν τι πεπηγότων ἔμπλεως, διαλήψιες τῶν παροξυσμῶν τοῦδε μέζονες. οἱ μὲν οὖν ἀπεπνίγησαν θᾶσσον, πρίν τι κάκιον ἐς τὸ πᾶν ἀποσκῆψαι· μετεξετέροισι δὲ ἐς ὕδερον περὶ λαγόνα ἢ ἀνὰ σάρκα τὸ πάθος τελευτᾷ.