Ancient Greek · ~41 min
ΒΙΒΛΙΟΝ *β′.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. ιγʼ. περὶ Ἐλέφαντος..1
Not analysed yet
ἐλέφαντι τῷ πάθεϊ καὶ τῷ θηρίῳ τῷ ἐλέφαντι ξυνὰ μυρία καὶ ἰδέῃ καὶ χροιῇ καὶ μεγέθεϊ καὶ βιοτῇ· ἀτὰρ οὐδὲ ἄλλῳ τῳ ἴκελα, οὔτε τὸ πάθος πάθεϊ, οὔτε τὸ ζῷον ζῴῳ· ἐλέφας μέν γε τὸ θηρίον καὶ κάρτα διαφέρον· πρώτιστα μέν γε μέγιστον καὶ πάχιστον· μεγέθεϊ μὲν ὁκόσον ἂν ζῷον ἐπʼ ἄλλῳ ζῴῳ πυργηδὸν ἀναθείης μέγα· πάχιστον δὲ ἐς πλεῦνα ζῷα πάχιστα, εἰ παράλληλα ξυνθείης. ἀτὰρ οὐδὲ ἰδέην κάρτα τῳ ἴκελον· χροιὴν μὲν μέλανες κατακορ έως ἅπαντες καὶ διʼ ὅλου τοῦ σκήνεος. ἵππος μέν γε ἄλλος μὲν λευκότατος ,ὅκως οἱ Θρήϊκες Ῥήσου· ἄλλοι δὲ πόδαργοι, ὅκως Μενέλεω πόδαργος. οἱ δὲ ξανθοὶ, ὅκως ἑκατὸν καὶ πεντήκον τα· ἄλλοι δὲ κυάνεοι· ἵππῳ εἰσάμενος παρελέξα το κυανοχαίτῃ. ὧδε καὶ βόες, ὧδε καὶ κύνες, ἠδὲ ὁκόσα ἀνὰ τὴν γῆν ἑρπετὰ καὶ ζῷα φέρβεται. ἐλέφαντες δὲ μοῦνοι, ζοφοειδέες τὴν χροιήν· νυκτὶ δὲ καὶ θανάτῳ ἴκελοι· ἰδέην δὲ, κάρηνα μὲν μελάντα τα κατέχων καὶ πρόσωπα ἄσημα, ἀΐδηλα τὴν μορφὴν, ἐπʼ αὐχένι σμικρῷ, ὡς δοκέειν τὴν κεφαλὴν ἐπὶ τοῖσι ὤμοισι ἱζάνειν· καὶ ὧδε οὐκ ἔκδηλον. ὦτα γὰρ μεγάλα, πλατέα, πτερυγώδεα ,μέσφι κληΐδων τε καὶ στέρνου, ὥστε κρύψαι τὸν αὐχένα τοῖσι ὠσὶ, ὅκως νῆες λαίφεσι. κέρατα δὲ θώϋμα διάλευκα ὁ ἐλέφας ἐπὶ μελαντάτῳ· μετεξέτεροι τάδε ὀδόντας κικλήσκουσι· τάδε μοῦνα λευκότα τα, ὅκως οὐδενὸς ἄλλου τε οὐδὲν οὐδὲ λευκοῦ ζῴου· καὶ τάδε οὐχ ὑπὲρ μέτωπα καὶ κροτάφους, ὅκως τοῖσι κερασφόροισι ἡ φυή· ἀλλὰ κατὰ στόμα καὶ τὴν ἄνω γνάθον, ὄρθια μὲν ἐς τὸ πρόσθεν οὐ κάρτα· ἀλλὰ ἄνω σμικρόν τι καμπύλα· ὅκως δατύσσεσθαι ἐκ τοῦ ὀρθίου ἐνείη, καὶ ἄρασθαι ἄχθος ἐν τοῖσι ὀδοῦσι σιμοῖς. μεγάλα δὲ τὰ κέρατα, μῇκος μὲν ὁκόσον ὀργυιὴν οἱ μέσοι. ἄλλοι δὲ πολλόν τι τουτέων μέζους μέσφιδιπλῶν· προβολὴν δʼ ἴσχει ἡ ἄνω γνάθος ἀπὸ τοῦ χείλεος μακρὴν, ἀνόστεον, σκολιὴν, ἑρπετώδεα. δοιαὶ δὲ ἐπὶ τὸ ἄκρον τῆς προβολῆς ἔασι ἐκτρήσιες· καὶ τάσδε διαμπερὲς μέσφι τοῦ πνεύμονος ἐτέτρηνεν ἡ φύσις, ὅκως αὐλὸν διφυέα· χρέεται δὲ τὸ ζῷον ἐς ἀναπνοὴν, ὅκως Ῥινὶ τῇδε τῇ σύριγγι· ἀτὰρ καὶ χερσὶ τῇδε· καὶ κωθωνίην τε γὰρ λάζοιτο, ὁκότε θέλει, τῇ προβολῇ· ἀμφιλαμβάνει τε καὶ ἴσχει κραταιῶς, καὶ οὐκ ἄν τις ἀφέλοιτο αὐτέου βίῃ, ἢν μὴ κρέσσων ἄλλος ἐλέφας· ἀτὰρ καὶ ποίην ἐς νομὴν τῇδε μαστεύει, οὐδὲ τῷ στόματι καὶ τοῖσι σμικροῖσι ὀδοῦσι ἔσθων σάρκας ζῇ· πόδες γὰρ εὐμήκεες ὕπερθεν τῆς γῆς πολλὸν τὸ ζῷον ἀνέχοντες· ἀτὰρ καὶ σμικρὸς αὐχὴν ὅκως ἔλεξα. οὔκουν δύναται τῷ στόματι εἰς τὴν γῆν νέμεσθαι. ποτὶ καὶ ἡ τῶν κεράτων πρὸ τοῦ στόματος ἔκφυσις εἴργει τῆς ποίης ἅπτεσθαι τὸ στόμα. τοιγαρο ῦν ἀνιμᾶται τῇ προβολῇ φόρτον μέγαν· ἔπειτα, ὅκως ἀμαλλοδετῆρι, τῇδε ξυνδήσας ἐντίθησι πολλὸν τῇ κοιλίῃ· εὖτε οἱ πρῶτοι προβοσκίδα τήνδε καλέουσι. ἐπίπροσθεν γὰρ τοῦ ζῴου τῇδε βόσκεται. ἀτὰρ οὐδὲ πιεῖν ἀπὸ λίμνης ἢ ποταμοῦ τῷ στόματι θέμις· ἡ ὠυτὴ γὰρ αἰτίη. ἀλλὰ ἢν διψῇ, ἐντίθεται μὲν τῷ ὕδατι τῆς προβοσκίδος ἄκρην τὴν Ῥῖνα· ἔπειτα ὅκως ἀναπνέων, ἀντὶ τοῦ ἠέρος, τοῦ ὕδατος ἕλκει πολλόν· ἐπὴν δὲ πλήσῃ, ὅκως κώθωνα, τὴν Ῥῖνα, τῷ στόματι ποταμηδὸν ἐγχέει· εἶτα αὖθις ἕλκει καὶ αὖθις ἐγχέει, ἔς τʼ ἂν πλήσῃ ὅκως φορτίδος νηὸς τὴν γαστέρα. ῥινὸν τρηχὺν καὶ πάχιστον, ὀχθώδεας Ῥωγμοὺς ἴσχοντα, αὐλῶνας ἐπιμήκεας, ἑτέρας ἐντομὰς κοίλας, ἐπικαρσίους, ἄλλας δὲ λοξὰς, βαθείας κάρτα, ἴκελον τὸ ξύμπαν τριπόλῳ νειῷ. τρίχες δὲ ἄλλοισι μὲν ζῴοισι φύσι ἠδὲ καὶ χαῖται· ἐλέφαντι δὲ τόδε ἐστὶ ὁ χνοῦς· μυρίαι δὲ καὶ ἄλλαι παραλλαγαὶ πρὸς τὰ ἀλλὰ ζῷα· καὶ γὰρ ὀπίσω κοτὲ κατὰ γόνυ κάμπτει, ὅκως ἄνθρωπος, καὶ μαζὸν πρὸς τῇσι μασχάλῃσι ἴσχει ὅκως γυναῖκες· ἀλλʼ οὔτι μοι χρέος τανῦν ἀμφὶ τοῦ ζῴου γράφειν, πλὴν ὁκόσον ἔξαλλόν τι καὶ ἡ νοῦσος ὁ ἐλέφας καὶ ὁκόσα ἴκελα ἡ ἰδέη τοῦ νοσοῦντος ἴσχει τῇ τοῦ ζῴου φυῇ· ἐκίκλησκον δὲ καὶ λέοντα τὸ πάθος, τοῦ ἐπισκυνίου τῆς ὁμοιότητος εἵνεκεν, ἣν ὕστερον φράσω· ἠδὲ σατυρίησιν τῶν τε μήλων τοῦ ἐρυθήματος καὶ τῆς ἐς συνουσίην ὁρμῆς ἀσχέτουτε καὶ ἀναισχύντου. ἀτὰρ καὶ ἡράκλειον ὅτι τοῦδε μέζον οὐδὲν οὐδὲ ἀλκιμώτερον. μέγα μὲν οὖν τὸ πάθος ἐς δύναμιν· κτεῖναι γὰρ πάντων μᾶλλον δυνατώτατον· ἀτὰρ καὶ ἰδέσθαι αἰσχρὸν καὶ δειματῶδες τὰ πάντα ὡς ἐλέφας τὸ θηρίον· ἀλλʼ ἄφυκτος ἡ νοῦσος· τίκτεται γὰρ θανάτου ἐπʼ αἰτίῃ. ψύξις ἐστὶ τοῦ ἐμφύτου θερμοῦ οὐ μικρά γε, ἢ καὶ πάγος, ὡς ἕν τι μέγα χεῖμα, εὖτε τὸ ὕδωρ τρέπεται ἐς χιόνα, ἢ καὶ χάλαζαν, ἢ κρύσταλλον ,ἢ πάγον. ἥδε ἐστὶ ἡ ξυνὴ θανάτου καὶ τοῦ πάθεος αἰτίη, ἀτὰρ οὐδὲ ἴσχει τέκμαρ οὐδὲν ἡ ἀρχὴ τῆς νούσου μέγα· οὐδέ τι ξενοπρεπὲς κακὸν τὸν ἄνθρωπον ἐπιφοιτῇ· οὐδὲ ἐπὶ τοῖσι ἐπιπολῆς τοῦ σκήνεος φαντάζεται ,ὡς ἰδεῖν τε εὐθὺς καὶ ἀρχομένῳ ἀρῆξαι. ἀλλὰ τοῖσι σπλάγχνοισι ἐμφωλεῦσαν ὅκως ἀΐδηλον πῦρ, ἤδη τύφεται, καὶ τῶν εἴσω κρατῆσαν αὖθίς κοτε ἐπιπολαίως ἐξάπτεται, τὰ πολλὰ μὲν ὅκως ἀπὸ σκοπιῆς τοῦ προσώπου ἀρχόμενον τηλεφαν ὲς πῦρ κακόν. μετεξετέροισι δὲ ἀπὸ τοῦ ἄκρου ἀγκῶνος, γούνατος, κονδύλων χειρῶν τε καὶ ποδῶν. τῇδε καὶ ἀνέλπιστοι οἱ ἄνθρωποι, ὅτι περ ὁ ἰητρὸς οὐ πρὸς τὰς ἀρχὰς τὰς ἀσθενεστάτας τοῦ πάθεος τῇ τέχνῃ χρέεται, Ῥαθυμίῃ καὶ ἀγνοίῃ τῶν καμνόντων τῆς ξυμφορῆς. νωθέες μὲν γὰρ, ὡς ἀπὸ σχεδίου προφάσιος, ὑπναλέοι, ἡσύχιοι, τὴν κοιλίην ἐπίξηροι. τάδε καὶ τοῖσι ὑγιαίνουσι κάρτα οὐκ ἀήθεα· ἐπὶ δὲ τῇσι αὐξήσεσι τοῦ πάθεος ἀναπνοὴ βρωμώδης ἐκ τῆς ἔνδον διαφθορῆς τοῦ πνεύματος. τοιάδε ὁ ἀὴρ, ἤ τι τῶν ἔξωθεν αἰτίην ἴσχειν δοκέει· οὖρα παχέα, λευκὰ, θολερὰ, οἷον ὑποζυγίου. ἀπὸ σιτίων ὠμῶν τε καὶ ἀπέπτων ἡ ἀνάδοσις, καὶ οὔτε τουτέων ἐστὶ αἴσθησίς τε καὶ μελέτη. οὐδὲ γὰρ οὐδʼ ἢν μὴ πέψωσι γιγνώσκουσι· ὁμοίη ἀπεψίη καὶ πέψις ἥδε· εἰς χρηστὸν γὰρ ἢ οἰκεῖον, οὐ ξυνήθης αὐτέοισι ἡ πέψις. ἀνάδοσις δὲ Ῥηϊδίη, ὅκως ἐς τὴν ἑωυτέων τροφὴν ἁρπάγδην ἕλκοντος τοῦ πάθεος. διὰ τόδε ἐπίξηροι τὴν κάτω κοιλίαν· ὄχθοι ἐπανιστάμενοι, ἄλλοι παρʼ ἄλλους ξυνεχέες μὲν οὐδέκω, παχέες δὲ καὶ τρηχέες, καὶ τὸ μεσηγὺτῶν ὄχθων ἔρρηκται, ὅκως τὸν Ῥινὸν ἐλέφας. εὐρεῖαι δὲ φλέβες οὐ πλημμύρῃ τοῦ αἵματος, ἀλλὰ τῷ τοῦ δέρματος πάχεϊ· οὐκ ἐς πολλὸν δὲ καὶ ἕδρα δήλη, τοῦ παντὸς εἰς ἶσον ὄχθον ἐγειρομένου· τρίχες ἐν μὲν τῷ παντὶ προτεθνήσκουσι, χερσὶ, μηροῖσι, κνήμῃσι, αὖθις, ἥβῃ, γενείοισι ἀραιαὶ, ψεδναὶ δὲ καὶ ἐπὶ τῇ κεφαλῇ κόμαι· τὸ δὲ μᾶλλον πρόωροι πολιοὶ καὶ φαλάκρωσις ἀθρόη. οὐκ εἰς μακρὸν δὲ ἥβη καὶ γένειον ψιλά· εἰ δὲ καὶ ἐπιμίμνοιεν παυραὶ τρίχες, ἀπρεπέστεραι τῶν ἀποιχομένων· δέρμα τῆς κεφαλῆς κατερρωγὸς εἰς βάθος· Ῥυτίδες δὲ συχναὶ, βαθεῖαι, τρηχεῖαι· ὄχθοι ἐς τὸ πρόσωπον σκληροὶ, ὀξέες· ἄλλοτε μὲν ἐς κορυφὴν λευκοί· ποιωδέστεροι δὲ τὴν βάσιν· σφυγμοὶ σμικροὶ, βαρέες, νωθροὶ, ὅκως διʼ ἰλύος μόλις κινεύμενοι· φλέβες κροτάφων ἐπηρμέναι, καὶ ὑπὸ τῆς γλώσσης· κοιλίαι χολώδεες. γλῶσσα χαλαζώδεσι ἰόνθοισι τρηχεῖα· οὐκ ἀδόκητον καὶ τὸ ξύμπαν σκῆνος ἔμπλεων τοιῶνδε ἔμμεναι. καὶ γὰρ καὶ τοῖσι κακοχύμοισι ἱερείοισι τὰ κρέα χαλάζης ἐστὶ ἔμπλεα· ἢν δὲ πολλὸν αἴρηταί τι ἀπὸ τῶν ἔνδοθεν, ἡ πάθη καὶ ἐπὶ τοῖσι ἄκροισι φαίνηται, λειχῆνες ἐπὶ τοῖσι ἄκροισι δακτύλοισι, γούνασι κνησμοὶ, καὶ τῶν κνησμῶν ἅπτονται μεθʼ ἡδονῆς· ἀμπίσχει δὲ ὁ λειχὴν καὶ γένειόν κοτε ἐν κύκλῳ· ἐρεύθει δὲ καὶ μῆλα ξὺν ὄγκῳ οὐ κάρτα μεγάλῳ· ὀττίες ἀχλυώδεες, χαλκώδεες· ὀφρύες προβλῆτες, παχεῖαι ,ψιλαὶ, βρίθουσαι κάτω, μεσοφρύων ξυνηγμένων ὀχθώδεες· χρῶμα πελιδνὸν ἢ μέλαν. ἐπισκύνιον οὖν μέγα ἕλκεται καλύπτειν ὄσσε, ὅκως τοῖς θυμουμένοις, ἢ λέουσι· διὰ τόδε καὶ λεόντιον κικλήσκεται. τοιγαροῦν οὐ λέουσι οὐδὲ ἐλέφαντι μοῦνον, ἀλλὰ καὶ νυκτὶ θοῇ ἀταλάντος ὑπώπια. Ῥὶς, σὺν ὄγκοισι μέλασι, ὀκριοειδέες, χειλέων προβολὴ παχείη· τὸ δὲ κάτω πελιδνόν· ἔκρινες· ὀδόντες οὐ λευκοὶ μὲν, δοκέοντες δὲ ὑπὸ μέλανος, ὦτα ἐρυθρὰ, μελανόεντα ,κεκλεισμένα, ἐλεφαντώδεα, ὡς δοκέειν μέγεθος ἴσχειν μέζον τοῦ ξυνήθεος· ἕλκεα ἐπὶ τῇσι βάσεσι τῶν ὤτων, ἰχῶρος Ῥύσις, κνησμώδεα· Ῥυσοὶ τὸ πᾶν σκῆνος Ῥυτίσι τρηχείῃσι· ἀτὰρ καὶ ἐντομαὶ βαθεῖαι, ὁκοῖον αὔλακες μέλανες τῶν Ῥινῶν. διὰ τοῦτο καὶ ὁ ἐλέφας τοῦ πάθεος τοὔνομα· ἰχνέων καὶ πτερνέων μέσφι τῶν μέσων τῶν δακτύλων Ῥήξιες. ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ κακὸν, ἑλκώδεες τοὺς ὄχθους, μήλων, γενείου, δακτύλων, γονάτων, κάκοδμα καὶ ἀναλθέα τὰ ἕλκεα. ἄλλα γὰρ ἐπʼ ἄλλοισι ἐξανίσταται, ἐπʼ ἄλλοισι ἄλλα πρηο̈́νεται. ἤδη κοτὲ καὶ τῶν μελέων προαποθνήσκει τοῦ ἀνθρώπου ἄχρι ἐκπτώσιος, Ῥίς, δάκτυλοι, πόδες, αἰδοῖα καὶ ὅλαι χεῖρες. οὐδὲ γὰρ θανατοῖ τὸ κακὸν εἰς ἀπαλλαγὴν βίου αἰσχροῦ καὶ ἀλγέων δεινῶν πρόσθεν ἢ ἐς μέλεα διατμηθῆναι τὸν ἄνθρωπον· ἀλλὰ μακρόβιόν ἐστι, ὅκως ἐλέφας τὸ ζῷον. ἢν δὲ καὶ ἄλγος ἀρτίως ἔῃ τῶν μελέων, πολλόν τι ἐπικόπτει βαρύτερον, ἄλλῃ καὶ ἄλλῃ πλανεύμενον· σιτίων ὄρεξις οὐκ ἀγεννὴς, ἄποιος ἡ γεῦσις, οὐδὲ τερπνὸν ἡ ἐδωδὴ καὶ ἡ πόσις· ἁπάντων δὲ ὑπʼ ἀχθηδόνος, μῖσος, ἀτροφίη, ἐπιθυμίη λυσσώδης· κόποι αὐτόματοι, μελέων ἑκάστου ἰδέη βαρεῖα, καὶ τὸν ἄνθρωπον ἀχθέει καὶ τὰ σμικρὰ μέλεα· ἀτὰρ καὶ τὸ σῶμα πρὸς ἅπαντα ἄχθεται, οὐ λουτροῖσι τέρπεται οὐκ ἀλουσίῃ, οὐ τροφῇ, οὐκ ἀσιτίῃ, οὐ κινήσι, οὐκ ἠρεμίῃ. πᾶσι γὰρ ἐφέστηκ εν ἡ νοῦσος. ὕπνος λεπτὸς, ἀγρυπνίης κακίων φαντασίῃ· δύσπνοια καρτερή· πνῖγες ὡς ἀπʼ ἀγχόνης. ὧδε γοῦν τινὲς κατέστρεψαν τὸν βίον, νήγρετον ὕπνον ἐς θάνατον εὕδοντες. τοιούσδε οὖν ἐόντας τίς οὐκ ἂν φύγοι ἢ τίς οὐκ ἂν ἐκτραπείη, κἤν υἱὸς, ἢ πατὴρ ἔῃ, κἢν κασίγνητος τύχῃ; δέος καὶ ἀμφὶ μεταδόσιος τοῦ κακοῦ. πολλοὶ γοῦν ἐπʼ ἐρημίης καὶ ἐς ὄρεα τοὺς φιλτάτους ἐξέθεσαν, οἱ μὲν ἐς χρόνον ἐπαρήγοντες τῷ λιμῷ, οἱ δὲ ἥκιστα, ὡς σφέας ἐθέλοντες ἐκθανεῖν. λόγος δὲ ὡς τῶν ἐπʼ ἐρημίης ἀφιγμένων τις ἐξερπύσαντα ἐκ τῆς γῆς ἔχιν ἰδὼν, ὑπʼ ἀνάγκης τοῦ λιμοῦ ἢ τῷ πάθεϊ ἀχθεσθεὶς, ὡς ἀμείψασθαι τὸ κακὸν κακῷ, ζῶντος ἐνέφαγε τοῦ ἔχιος, καὶ οὐ πρόσθεν ἐτελεύτησε πρὶν ἢ πάντα αὐτῷ διασαπῆναι καὶ ἀποστῆναι τὰ μέλεα. ἄλλον δὲ ἰδεῖν ἔχιν εἰς πίθον γλεύκεος ἑρπύσαντα, πιόντα τε τοῦ γλεύκεος εἰς κόρον ἀποβλύσαι, πολλὸν δὲ καὶ τοῦ ἰοῦ συνεκχεῖν τῷ γλεύκεϊ· ἐπεὶ δὲ ἀπεπνίγη τὸ θηρίον ἐν τῷ γλεύκεϊ, χανδὸν καὶ πολλὸν τοῦ γλεύκεος πιεῖν τὸν ἄνθρωπον, ἀπαλλαγὴν τοῦ βίου καὶ τοῦ πάθεος διζήμενον· ὡς δὲ ἐς κόρον ἧκε καὶ μέθην, ἔκειτο μὲν χαμαὶ τὰ πρῶτα ὅκως ἀποθνήσκων· ἐπεὶ δὲ ἐκ τοῦ κάρου καὶ τῆς μέθης ἐξήγρετ ο, περιερρύησαν μὲν τὰ πρῶτα αἱ κόμαι, ἔτι δὲ δάκτυλοίτε καὶ ὄνυχες· ἑξῆς δὲ περιτετήκεισαν πάντα. ἐπεὶ δὲ ἔτι ἐν σπέρματι ἡ δύναμις ἦν, ἐκηροπλάστεεν αὖθις, ὅκως ἐκ γενετῆς, τὸν ἄνθρωπον ἡ φύσις· ἐξέθρεψε μὲν ἄλλας κόμας καὶ ὄνυχας νέους καὶ σάρκα καθαρὴν, καὶ ἐξέδυ μὲν τὸν παλαιὸν Ῥινὸν, ὡς γῆρας ἑρπετοῦ· ἐπανεκλήθη δὲ ἐς φῦμα ζωῆς, ὅκως ἄλλος ἄνθρωπος. ὧδε μὲν οὖν ὁ μῦθος, οὐ κάρτα μὲν ἀτρεκὴς, οὐ πάγχυ δὲ ἄπιστος. κακὸν γὰρ κακῷ βλαφθῆναι πιστόν. τὴν φύσιν δὲ ἐπὶ τῷ ἐόντι ζωπύρῳ ἀνανεῶσαι τὸν ἄνθρωπον, οὐκ ἄπιστον ἐς τέρατος ἰδέην.