Ancient Greek · ~24 min
ΒΙΒΛΙΟΝ *β′.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. ιβʼ. περὶ Ἀρθρίτιδος καὶ Ἰσχιάδος..1
Not analysed yet
ξυνὸς μὲν ἁπάντων τῶν ἄρθρων πόνος ἡ ἀρθρῖτις· ἀλλὰ ποδῶν μὲν ποδάγρην καλέομεν, ἰσχιάδα δὲ ἰσχίων, χειράγρην δὲ χειρῶν· ἤν γε μὲν σχέδιος ᾖ ἐπί τινι τῶν προσκαίρων αἰτίων ὁ πόνος, ἢ κρύβδην δὲ μελετήσῃ πολλὸν χρόνον ἡ νοῦσος, εὖτε ἐπὶ προφάσι σμικρῇ ὁ πόνος καὶ ἡ νοῦσος ἐξήφθη· ἔστι δὲ ἁπάντων ξυλλήβδην τῶν νεύρων ἡ πάθη, ἢν αὐξηθὲν τὸ κακὸν ἅπασι ἐπιφοιτῇ· ἀρχὴ δὲ νεῦρα τὰ δεσμὰ τῶν ἄρθρων, καὶ ὁκόσα ἐξ ὀστέων πέφυκεκαὶ ἐν ὀστέοισι ἐμφύνει. θώϋμα δὲ τουτέων μέγα. οὐ πονέει μὲν γὰρ θρὶξ, οὐδʼ ἂν τέμνῃ τις ἢ θλίβῃ· ἢν δὲ ἐξ ἑωυτέων πονῇ, οὐδὲ ἕτερον ἀλγέει τοῦδε δυνατώτερον, οὐ σιδηρὰ σφίγγοντα, οὐ δεσμὰ, οὐ τιτρῶσκον ξίφος, οὐ καῖον πῦρ. καὶ γὰρ καὶ ταῦτα ἐπαναιροῦνται ὡς μεζόνων πόνων ἄκεα· καὶ ἢν τάμῃ τις αὐτὰ πονεῦντα, ἀμαυροῦται ὁ τῆς τομῆς πόνος σμικρὸς ὑπὸ τοῦ μέζονος· ἢν δὲ ὅδε κρατέῃ, ἡδονὴ σφέας λάζυται ἐπιλήθουσα τῶν πάρος· πάσχουσι δὲ τοῦτο ὀδόντες καὶ ὀστέα. αἰτίην δὲ ἀτρεκέα μὲν ἴσασι μοῦνοι θεοὶ, ἐοικυῖαν δὲ καὶ ἄνθρωποι· ἔστι δὲ ὡς ἔπος εἰπεῖν τοιόνδε. τὸ μὲν κάρτα πυκνὸν ἀναίσθη τον ψαύσιος καὶ τρώσιος, τῇδε καὶ ἄπονον ψαύσι καὶ τρώσι. ἄλγος γὰρ τρηχείᾳ ἐν αἰσθήσι, τὸ δὲ πυκινὸν ἀτρήχυν τον· διὰ τόδε καὶ ἄπονον· τὸ δὲ ἀραιὸν, εὐαισθη τὸν ,καὶ τρηχύνεται τρώματι. ἀλλʼ ἐπεὶ καὶ τὰ πυκνὰ ζῇ ἐμφύτῳ θέρμῃ, καὶ αἴσθεται τῇδε τῇ θέρμῃ· εἰ μὲν οὐσιώδης ἡ δρῶσα αἰτίη ἔοι, οἷον ἠ μάχαιρα ἢ λίθος, τὸ οὐσιῶδες τοῦ πάσχοντος οὐκ ἀλγέει· πυκνὸν γὰρ τὴν φυήν. ἢν δὲ τῆς ἐμφύτου θέρμης δυσκρασίη λάβηται, αἰσθήσιος γίγνεται τροπή. τοῦτο ὦν ἐξ ἑωυτέης πονέει ἡ θέρμη, ἐκ τῆς κατʼ αἴσθησιν ἔσωθεν ἐγείρεται ὤσιος. φύσιος δὲ τῆς ἐς μέζω, ἢ περιουσίης, τὰ ἄλγεα. Ἐγχρίμπτεται δὲ ἡ ἀρθρῖτις ἄλλοτε ἐς ἄλλα ἄρθρα, τοῖς μὲν ἐς ἰσχία, καὶ τὰ πολλὰ τῇδε ἐπιμίμνει γυιὸς, ἅσσα τε μέλεά κοτε μικρὸν, εὖτε οὐδὲ ἐπὶ τὰ σμικρὰ φοιτῇ, πόδας τε καὶ χεῖρας. ἢν γὰρ μειζόνων λάβηται μελέων χωρῆσαι τὴν νοῦσον δυναμένων, οὐχ ὑπερβαίνει τὰ ὄργανα· ἢν δὲ ἀπὸ τοῦ σμικροῦ ἄρξηται, ἔστι εὐήθης καὶ ἀδόκητος ἡ εἰσβολή. ἰσχιάδος μὲν ἀπὸ μηροῦκατόπιν, ἢ ἰγνύος, ἢ κνήμης, ἡ ἀρχή. ἄλλοτε δὲ ἐπὶ τῇ κοτύλῃ τὸ ἄλγημα φαίνεται, αὖθις ἐς γλουτὸν ἢ ὀσφὺν ὀκέλλει, καὶ πάντα μᾶλλόν ἐστιν ἢ δόκησις ἰσχίου. ἀτὰρ καὶ τὰ ἄρθρα ὧδέ πως ἄρχεται· τοῦ ποδὸς τὸν μέγαν δάκτυλον ὰλγέει, αὖθις τὴν ἐπιπρόσω πτέρνην, ᾗ ποτε στηριζόμεθα· ἔπειτα ἐς τὸ κοῖλον ἧκε· τὸ δὲ σφυρὸν ἐξῴδησε ὕστατον. πρόφασιν δὲ αἰτιῶνται ἀναίτιον, οἱ μὲν κρηπῖδος καινῆς τρίβον, οἱ δὲ μακρὴν περίοδον· ἄλλος δὲ πληγὴν ἢ πάτημα· οὐδεὶς δὲ φράσει τὴν οἴκοθεν οὖσαν, ἀτὰρ καὶ ἀκούσασι τοῖσι πάσχουσι τὸ ἀτρεκὲς ἔδοξε ἄπιστον· διὰ τόδε ἐς ἀνήκεστον ἐτράπη, ὅτιπερ τῇσι ἀρχῇσι ὁκότε ἀσθενεστάτη ἐστὶ ἡ νοῦσος, ὁ ἰητρὸς οὐκ ἐνίσταται· ἢν δὲ χρόνῳ κρατυνθῇ, ἀνόνητος ἡ μελέτη. τισὶ μὲν οὖν ἐς ποδῶν ἄρθρα μίμνει μέσφι θανάτου, τισὶ δὲ νέμεται ἐς τὴν τοῦ παντὸς σκήνεος περίοδον· τὰ πολλὰ δὲ ἀπὸ τῶν ποδῶν ἐς χεῖρας ἤϊξε. οὐ γὰρ μεγάλα τὰ ὅρια τῇ νούσῳ χειρῶν τε καὶ ποδῶν, ὅτι ἄμφω ὁμοφυέα, ἰσχνὰ καὶ ἄσαρκα καὶ ἐγγυτάτω τοῦ ἔξω ψύχεος· ἀπωτάτω δὲ τοῦ ἔσω θάλπεος. αὖθις ἀγκὼν καὶ γόνυ· ἐπὶ δὲ τοῖσι κοτύλαι, περίστροφος ἥδε μετάβασις ἐς νώτου μύας καὶ θώρηκος. ἄπιστον εἰς ὅσον ἕρπει τὸ κακόν. σπόνδυλοι ἀλγέουσι Ῥάχεός τε καὶ αὐχένος, καὶ ἐς ἄκρον ἐρείδει τοῦ ἱεροῦ ὀστέου· καὶ ξυμπάντων τοῦ βουβῶνος καὶ ἰδίῃ ἡ ἑκάστου ὀδύνη. ἀτὰρ οἱ δὲ τένοντες ἠδὲ μύες ξὺν ἐντάσι ἀλγέουσι. γνάθων καὶ κροτάφων μύες· νεφρῶν καὶ κύστιος ἡ διαδοχή. ὢ τοῦ θώματος, ἐπὶ πᾶσι πάσχει Ῥῖνας, καὶ ὦτα, καὶ χείλεα, πάντη γὰρ νεῦρα καὶ μύες· τῆς κεφαλῆς ἤλγεέ τις Ῥαφὰς, οὐκ εἰδὼς μὲν ὅ τι πονέει, ἐδείκνυε τῶν Ῥαφῶν τὰ εἴδεα, λοξὴν, εὐθείην, ἐπικάρσιον ,ὀπίσω τε καὶ πρόσω· ἰσχνὴν δὲ τὴν ὀδύνην καὶ τοῖσι ὀστέοισι ἐμπεπαρμένην. πᾶσαν γὰρ ὀστέων ξυμβολὴν νέμεται ἡ νοῦσος, ὅκως ποδὸς ἢ χειρὸς ἄρθρον. γίγνονται δὲ τῶν ἄρθρων καὶ ἐπιπωρώσιες· τὰ πρῶτα μὲν ὁκοῖον ἀποστάσιες ἴσχουσι· ἐπὶ δὲ μᾶλλον πυκνοῦνται, καὶ πηγνυμένου τοῦ ὑγροῦ ἀπηνέες αἱ ἀφέσιες· τέλος δὲ πῶροι στερροὶ, λευκοὶ ξυνίστανται· ἐς δὲ πᾶν ὄγκοι σμικροὶ ὁκοῖον ἴονθοι καὶ μέζονες· ὑγρὸν δὲ παχὺ, λευκὸν, χαλαζῶδες. καὶ γὰρ τοῦ παντὸς ἡ νοῦσος ψυχρὴ ὅκως χάλαζα· δοκέει δὲ θέρμης ἢ ψύξιος ἴσχειν διαφορήν. καὶ γάρ τισι τῶν αὖ βδελυκτῶν ἡδονή· ἐμοὶ δὲ ἁνδάνει μίην μὲν αἰτίην τὴν ἔμφυτον ψύξιν ἔμμεναι, μίην δὲ καὶ πάθην· ἀλλʼ ἢν μὲν εὐθέως ἐπιδώῃ καὶ θέρμη φανῇ, ἐμψύξιος χρέος καὶ τοῖσι τέρπεται. ὀνομάζουσι δὲ θέρμην τήνδε· ἢν δὲ ὁ πόνος ἐν τοῖσι νεύροισι εἴσω μίμνῃ, ξυμπεπτώκῃ δὲ τὸ ἄρθρον ἄθερμον, μηδὲ ἐποιδέῃ, ψυχρὴν τήνδε φαίην ἔμμεναι, ἐφʼ ἧς θερμῶν φαρμάκων ἐς ἀνάκλησιν θέρμης χρέος. χρὴ δὲ τάδε πολλὰ τῶν κάρτα δριμέων, θερμασίη γὰρ τά τε ξυμπεπτωκότα μέρεα εἰς ὄγκον ἤγειρε, καὶ τὴν ἔσω θέρμην ἐς ἀνάκλησιν ἤγαγε· εὖτε τῶν ψυχρῶν χρέος. πίστις· τοῖσι γὰρ αὐτέοισι οὐ τὰ αὐτὰ ξυμφέρει· καὶ γὰρ ὅ κοτε ξυνήνεγκε, τοῦτʼ ἔβλαψεν ἄλλοτε· ὡς δὲ ἔπος εἰπεῖν, θέρμης ἐπὶ τῇ ἀρχῇ, ψύξιος δὲ ἐπὶ τῷ τέλει χρέος. ξυνεχὴς μὲν οὖν ποδάγρη οὐ Ῥηϊδίως γίγνεται, διαλείπει δὲ ἔσθʼ ὅπη χρόνον μακρόν, λεπτὴ γάρ· καὶ Ὀλυμπίασι ἐνίκησε ποδαγρὸς ἐπʼ ἀνέσι δρόμον. ἀλλʼ ἄνδρες μὲν παθεῖν Ῥηΐτεροι, γυναικῶν δὲ ἐλαφρότερον· γυναῖκες δὲ ἀραιότερον μὲν ἀνδρῶν, χαλεπώτερον δέ. τὸ γὰρ μὴ ἐν ἔθεϊ μηδὲ οἰκεῖον, ἢν ὑπὸ ἀνάγκης κρέσσον γένηται, βιαστὴν μέζονα τίκτει τὴν ξυμφορήν· ἡλικίη τὰ πολλὰ μὲν ἀπὸ ἐτέων πέντε καὶ τριήκοντα. θᾶσσον δὲ καὶ βράδιον ἐκ τῆς ἑκάστου φύσιος καὶ διαίτης. δεινοὶ μὲν οὖν οἱ πόνοι, καὶ τὰ παρεόντα πόνων μέζονα· λειποθυμίη ἐπὶ τῇσι ψαύσεσι, ἀκινησίη, ἀποσιτίη, δίψος, ἀγρυπνίη· ἢν δὲ ἐπανέλθωσι, τοῦτο μὲν, ὅκως ἐκ θανάτου πεφευγότες, ἄνετοι τὸν βίον, ἀκρατέες, ἁπλοῖ, εὔθυμοι, δωροδόκοι, καὶ ἐς τὴν δίαιταν ἁβροί· τοῦτο δὲ ὡς ἐκ θανάτου αὖθις ἐσόμενοι ἄδην χρέονται τῇ παρούσῃ ζωῇ. ἀπέσκηψε πολλοῖσι ἐς ὕδρωπα ἡ ποδάγρη, ἄλλοτε δὲ ἐς ἆσθμα· καὶ τῶνδε ἄφυκτος ἡ διαδοχή.