Ancient Greek · ~10 min
ΒΙΒΛΙΟΝ *α′.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. ιδʼ. περὶ Σπληνός.
Not analysed yet
σπληνὶ ξύνηθες χρόνιον νόσημα, σκίρρος. ἔμπυος δὲ οὐ Ῥηϊδίως, γίγνεται δʼ οὖν. εὖτε πόνος μὲν οὐ τρηχὺς, ὄγκος δὲ πουλὺς τῆς ἐπιπονίης μέζων· ἐπὶ δεξιὰ γὰρ ὤφθη μέσφι τοῦ ἥπατος ὅλῃ τῇ κοινωνί ῃ ἐποιδέων. τοὔνεκεν πολλοῖσι ἀπάτη γίγνεται, ὡς τοιοῦδε οὐκ ἐόντος σπληνὸς, ἀλλὰ τοῦ ὑμένος πάθεος. τὸ γὰρ περιτόναιον φλεγμάινειν σφίσι δοκέει. ἀπηνὴς δὲ καὶ ἀτέραμνος ὅκως λίθος. τοιόσδε τὰ πολλὰ ἐπὶ σκίρρῳ γίγνεται σπλὴν, εὖτε καὶ ἀπορίη ξύνεστι παντελής. ἢν δὲ καὶ ἐμπυΐσκῃ, εὐαφὴς μὲν, εἴκων ἐπὶ τῇ θίξι κατὰ κορυφὴν, ἔνθα ἡ τοῦ πύου γέννα· ὅπη δὲ ἀνεκπύητος, οὐκ εἴκει. ἄλλοτε δὲ τῇ κοιλίῃ ἅπας ἐπαιώρηται, τῇδε κἀκεῖσε πρὸς τὰς ἀπώσιας φερόμενος, ἔς τʼ ἂν σμικρότερος ἐὼν χώρην ἐς τὸ ἐμπλώειν ἴσχῃ. ναυτίη, ἀπορίη, μάλιστα πρὸς τῇσι Ῥήξεσι. ἐπὶ δὲ τάσιος σημήϊα, πυρετοὶ ,πόνοι καὶ Ῥίγεα. τὰ πολλὰ γὰρ ἔασι ἄρριγοι δὲ ἐπὶ βραχείῃ θέρμῃ καὶ ἀνώδυνοι, τῇδε καὶ λέληθέ κοτε ἐς σπλῆνα ἀπόστασις. μανὸν γὰρ καὶ ἐπαναίσθητον καὶ ἐν ὑγείῃ τὸ σπλάγχνον· οἰδαλέοι, ὑδερώδεες, μελάγχλωροι, ξὺν δυσφορίῃ ἡ δύσπνοια ὡς ἀπὸ βάρεος τοῦ θώρηκος. ἐπίδηλον γὰρ τὸ κακόν· ἄχρι τῶν ἄνω γαστὴρ πίμπλαται ὑπὸ πνεύματος παχέος, ὁμιχλώδεος ,ὑγροῦ ὡς δοκέειν, οὐκ ἔτʼ ἐόντος ὑγροῦ· βῆξαι πολλὸν θυμὸς ἐγγίγνεται ,καὶ βραχέα ξηρὰ βήσσουσι. κοιλίη ἤν τι κάτω φέρῃ ὑδατώδεα, τὸ πρῶτον σμικρὸν ἐπικουφίζουσα· εἰ δὲ ἐπὶ μᾶλλον ἐκδιδῷ, ξυντήκει μὲν τὸν ἄνθρωπον· ὠφελέει δὲ οὐδὲν ἧττον. ἢν δὲ καὶ ἐκραγῇ, πῦον μὲν καθαρὸν, πέπον ὄυκοτε ἐσσύθη, ὑπόλευκον δὲ καὶ τεφροειδὲς ,ἄλλοτε δὲ τρυγῶδες ἢ πελιδνόν· ἢν δὲ καὶ βαθυτέρη ἡ ἀπόστασις γένηται, καὶ μέλαν τὸ ὑγρόν· εὖτε καὶ τοῦ χυμοῦτι τοῦ σπληνὸς ἔξεισι συντακέντος. μετεξετέροισι δὲ καὶ ὅλα μέλεα τοῦ σπληνὸς ἠνέχθη· εὔλυτος γὰρ καὶ φύσι σπλήν· ἢν δὲ καὶ μὴ καθίστηται τὸ ἕλκος, μίμνῃ δὲ ἐς πολλὸν χρόνον, ἀπόσιτοι, καχέκται, οἰδαλέοι, ἰδεῖν ἀπρεπέες, πολυελκέες πάντη· μάλιστα δὲ ἐς κνήμας· στρογγύλα, πελιδνὰ ,κοῖλα, Ῥυπαρὰ, δυσαλθέα τὰ ἕλκεα· τῇδε ἐπιξυντακέντες ὤλοντο. ἐπὶ δὲ σμικρῷ ὄγκῳ μετὰ σκληρίης, ἀντιτυπίης ,ἀπονίη· διὰ τόδε πολλὸν χρόνον ζῶσι οἵδε· εἰ δὲ τοῦ πάθεος ἥττηντο, χρεὼν ὕδρωψ, ἢ φθίσις, καὶ τοῦ σκήνεος τηκεδὼν ἐπιγίγνεται· ἀτὰρ ἠδὲ οὗτος ὁ τρόπος τοῦ ὀλέθρου σφέας τοῦ ζῆν ἐξάγει. παιδία μὲν οὖν καὶ νέοι παθεῖν τε Ῥηΐτεροι καὶ ἀπαλλαγῆναι Ῥηΐτεροι· γέροντες δὲ οὐκ εὐπαθέες μὲν, διαδρῆναι δὲ ἀδύνατοι· ἀτὰρ καὶ πρεσβῦται ἔλαθόν τινες ὑπὸ σπληνὸς διαφθαρέντες. καὶ γὰρ καὶ ἐπὶ σμικρῷ ὄγκῳ τοῦ ὀλίθρου σφίσιν ἡ Ῥοπή· φέρει δὲ καὶ νοῦσος μακρὴ, φθινώδης, καὶ νέοισι ἀργίη μάλιστα, ὁκόσοισι ἀπʼ ἀγωνίης, ἢ γυμνασίων πολλῶν, ἄπονοντὸ σῶμα. χωρία ἑλώδεα, ὕδατα παχέα, ἁλμυρὰ, βρωμώδεα· ὡρῶν, τὸ θηριῶδες μετόπωρον.