Ancient Greek
ΒΙΒΛΙΟΝ *α′.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. ιεʼ. περὶ Ἰκτέρου..1
Not analysed yet
ἢν χολῆς ξανθῆς, λεκιθώδεος ,ἢ κροκοει δέος, ἢ τῆς μελαγχλώρου, ἐς τὸ παντελὲς ἀνάχυσις ἀπὸ τοῦ σπλάγχνου γένηται, τὸ πάθος ἴκτερος κικλήσκεται, χαλεπὸν μὲν ἐν ὀξέσι· οὐ γὰρ μόνον πρὸ ἑβδόμης κτείνει φανὲν, ἀλλὰ καὶ μετὰ ἑβδόμην ἔκτεινε μυρίους· σπανίως δὲ εὖτε ἔκρινε πυρετὸν ἐς τέλος τὸ πάθος, ἀλλʼ αὐτὸς οὐ Ῥηϊδίως λύεται. Ξυνίστα ται δὲ οὐκ ἐπʼ αἰτίῃ μοῦνον ἥπατος, ὅκως τισὶ τῶν ἰητρῶν δοκέει, ἀλλὰ κοιλίῃ καὶ σπληνὶ καὶ νεφροῖσι καὶ κώλῳ· καὶ ἐφʼ ἥπατι μὲν ὧδε· ἢν φλεγμαίνῃ μὲν ἢ σκίρρον ἴσχῃ τὸ ἧπαρ, ἄτρεπτον δὲ τὸ ἐς ἐργασίην ἔῃ, τίκτει μὲν ἐν τῷ ἥπατι χολὴν, καὶ διακρίνει τήνδε ἡ ἐν ἥπατι οὖσα κύστις· ἀλλʼ ἢν αἱ φέρουσαι ἐς τὸ ἔντερον τὴν χολὴν ὁδοὶ ὑπὸ τῆς φλεγμασίης ,ἢ τοῦ σκίρρου φραχθῶσι, πλημμυρῇ δὲ ἡ κύστις, παλίσσυτος ἡ χολή· τῷ αἵματι οὖν μίσγεται. τὸ δὲ αἷμα, ἐς πᾶν τὸ σκῆνος φοιτέον, ἄγει τὴν χολὴν παντὶ τῷ σώματι· γίγνεται δʼ ἡ ἰδέη χολῆς· λευκὰ δὲ καὶ ἀργιλώδεα τὰ σκύβαλα· οὐ γὰρ γίγνεται χολήβαφα, ὅτι περ οὐκ ἴσχει τοῦ χυμοῦ τὴν ἐπιρροήν· τῇδε καὶ γαστὴρ ἐπίξηρος· οὔτε γὰρ ὑγραίνεται οὔτε δάκνεται χολῇ· χροιὴ δὲ τοῦ λευκοχλώρου εἴδεος. ἐπὶ σπληνὶ δὲ ἢν ἴκτερος φανῇ, μελάγχλωρος· μέλαινα γὰρ αὐτέου ἡ τροφὴ, ὅτιπερ ἐκμαγεῖόν ἐστιν αἵματος μέλανος, οὗ τὴν ἀκαθαρσίην ἐοῦσαν οὐ δέχεται, οὐδὲ ἐκπονέει νοσέων ὁ σπλήν· ἡ δὲ ξὺν τῷ αἵματι πάντη φοιτῇ. διὰ τόδε μελάγχλωροι ἀπὸ σπληνὸς ἰκτέρου· ἀτὰρ καὶ ἐπὶ τοῖσι σκυβάλοισι τοῖσι ξυνήθεσι, ἔτι καὶ μελαντέρη χροιή. τῆς γὰρ σπληνὸς τροφῆς τὸ περιττὸν ἐς ἔξοδον περίττωμα γίγνεται. καὶ ἐπὶ κώλῳ καὶ γαστρὶ ἴκτερος, ἤνπερ εἰς πέψιν ἡ γαστὴρ καὶ τὸ κῶλον κακωθῇ· καὶ γὰρ καὶ ἐν κώλῳ πέψις, καὶ ἀπὸ τοῦδε ἡ ἐς τὸ ἧπαρ ἀναγωγὴ τροφῆς. ἢν οὖν ὠμοτέρην τὸ ἧπαρ τὴν ἄλλην τροφὴν λάβῃ, τὴν μὲν ἰδίην ἐργασίην πονέει, τὴν δὲ ὀθνείην ἐᾷ. τὸ γὰρ ἐν τῇ ἀναδόσι αἷμα τὴν ἀεργίην τὴν τοῦ κώλου ἐπέχον διασπείρει παντὶ χεόμενον· ἀπεψίη δὲ ἡ ἐν κώλῳ χολῆς ἐστι ἐργασίη. ὧδε καὶ ἐπὶ παντὶ γίγνεσθαι σπλάγχνῳ δυνατὸν ἴκτερον, οὐ μόνον τῶν ἐς τὸ ἧπαρ πεμπόντων τροφὴν, ἀλλὰ κἢν ἀπὸ ἥπατος λαμβάνῃ. οὐ γὰρ ὀχετοῖσι αἰσθητοῖσι μοῦνον ἡ φύσις παντὶ διαπέμπει τὴν τροφὴν, ἀλλὰ πολλῷ πλέον ἀτμοῖσι, οἵπερ ἀπὸ παντὸς εἰς πᾶν ἐνεχθῆναι Ῥηΐδιοι, τῆς φύσιος αὐτοὺς καὶ διὰ στερεῶν καὶ πυκινῶν ἀγούσης· γίγνονται οὖν οἱ ἀτμοὶ χολόβαφοι, καὶ χρώζουσι, ᾗ ἂν ἵζωσι τοῦ σώματος. οὐ μὴν ἐπὶ κώλῳ ἡ τῆς κοιλίης ἔκκρισις λευκή. ἀσινὲς γὰρ τὸ ἧπαρ ἐς γένεσιν, καὶ ἐκροὴν ἴσχει ἐπὶ ἔντερα χολῆς. δυνατωτάτη δὲ καὶ ἡ ἐπὶ τῷ παντὶ ἕξις ἴκτερον τεκεῖν. ἴσχει γὰρ καὶ ἐν ὅλῳ τὴν αἰτίην. ἔστι δὲ τοιήδε· παντὶ μὲν τὸ θερμὸν ἐς πέψιν, παντὶ δὲ ὑγρῶν γέννα καὶ διάκρισις, ἄλλων μὲν ἄλλη, ἑκάστῳ δὲ οἰκείη· ἐν σαρκὶ μὲν ἱδρῶς, ἐν ὀφθαλμοῖσι δὲ δάκρυον, ἐν ἄρθροισι δὲ καὶ Ῥινὶ μύξη, ἐν ὠσὶ κυψελίς. ἢν οὖν ἐς ἕκαστον ἔργον τὸ θερμὸν ἐγκάμῃ, αὐτὸ μὲν ἐς δριμὺ καὶ πυρῶδες ἐτράπη· τὰ δὲ ὑγρὰ πάντα γίγνεται χολή· πυρὸς γὰρ ἔργα πικρὰ καὶ χολόβαφα. ἢν δὲ καὶ ἐν αἵματι ἀπεψίη ξυμβῇ, γίγνεται τὸ αἷμα χολοειδὲς, σκίδναται δὲ παντὶ τρέφον· διὰ τόδε παντὶ φαίνεται χολή· δεινὸν μὲν γὰρ τὸ πάθος, φοβερὴ δὲ ἡ χρόη εἴδεϊ, καὶ χρυσοει δέες ἔασι τὴν χροιήν· οὐ γὰρ ἀνθρώπῳ εὐπρεπὲς ὅ γε ἐν λίθῳ καλὸν ἔῃ· περιττὸν δέ μοι φράζειν καὶ πόθεν τοὔνομα, πλὴν ὁκόσον τῶν χερσαίων ἰκτίδων τῶν τετραπόδων θηρίων, τοιοῖσι δὲ ἔασι οἱ ὦπες ὁ ῖοίδε. εἴδεα τοῦ πάθεος δοιά. ἢ γὰρ ἐς τὸ ξανθὸν καὶ τὸ κροκῶδες ἐτράπη τοῦ λευκοχλώρου εἴδεος, ἢ ἐς τὸ πελιδνὸν καὶ μέλαν. τῶνδε μέντοι ἡ αἰτίη ἡ δὴ καὶ χολῶν ἐστι αἰτίη· καὶ γὰρ καὶ τῆσδε ἡ μὲν ξανθὴ, λεπτὴ, διειδὴς, λευκοτέρου εἴδεος, ἡ δὲ κατακορὴς, ὡς κρόκον, ἢ λέκιθον φάναι, τοῦ αὐτοῦ εἴδεος. δευτέρη δὲ μελαντέρης χροιῆς, πρασίζουσα ,ἰσσατώδης, μέλαινα· μυρίαι δὲ ἐν μέσῳ τῶν χροιῶν παραλλαγαί· παρὰ δὲ τὸ θερμὸν τουτέων καὶ τὰ ὑγρὰ ἡ τροπή. ἀλλὰ καὶ τὰ σπλάγχνα τοῦδέ ἐστι αἴτια· ἢν ᾖ ξανθὸν, ὡς τὸ ἧπαρ· ἢ πελιδνὸν, ὡς ὁ σπλήν· ἢν μὲν ἐπὶ σπλάγχνῳ τινὶ ἴκτερος γένηται, ἐπὶ ἥπατι μὲν, τὰ ἥπατος προφανέα· ἐπὶ δὲ σπληνὶ, τὰ σπληνός. ἕκαστα δὲ τὰ τῶν ἄλλων ἑκάστου· ἢν δὲ μηδενὸς φαίνηται, τῆς ὅλης ἕξιός ἐστι ἡ πάθη. διαφανῆ δὲ κατὰ τὰ λευκὰ ἐν τοῖσι ὀφθαλμοῖσι· μετώπου δὲ, πρὸς κροτάφοισι μᾶλλον· τοῖσι λευκοῖσι φύσι, καὶ ἐπὶ σμικρῷ ἰκτέρῳ ἡ χροιὴ μέζων ἐπανθέει. Ὁκόσοισι μὲν οὖν μέλας ὁ ἴκτερος, χροιῇ μελάγχλωροι, Ῥιγώδεες, ἀδρανέες, ὄκνῳ εἴκοντες, ἄθυμοι, βρωμώδεες δὲ τὴν ὀσμὴν, πικροὶ δὲ τὴν γεῦσιν, τὴν ἀναπνοὴν οὐκ εὔκολοι, γαστρὶ δακνώδεες, διαχωρήματα πρασοειδέα, ὑπομέλανα, ξηρὰ, μόλις διαχωρούμενα, οὖρα κατακορέα ἐπὶ τὸ μελάντερον. ἄπεπτοι ,ἀπόσιτοι, ἄγρυπνοι, ἄθυμοι, μελαγχολώδεες. ἐπὶ δὲ τὸ λευκότερον ,χροιῇ μὲν λευκόχλωροι, γνώμῃ δὲ φαιδρότεροι· σιτίων ἄρξασθαι μὲν ὀκνηροὶ, ἐμφαγεῖν δὲ οὐκ ἀγενεῖς, πέψαι Ῥηΐδιοι τῶν πρόσθεν μᾶλλον· διαχωρέουσι λευκὰ, ξηρὰ, ἀργιλώδεα· οὐρέουσι ξανθὰ, ὠχρὰ, κροκοειδέα. ἀμφοῖν δὲ τὸ ξύμπαν σῶμα κνησμῶδες· θέρμη ἀνὰ Ῥῖνας σμικρὴ μὲν, δακνώδη ς δέ. ἀμύσσον τὸ χολῶδες· γεῦσις μὲν πικρῶν οὐ πικρὴ, τὸ θωῦμα, οὐ μὴν γλυκέη· γλυκέων δὲ πικρή. ἡ γὰρ ἐν τῷ στόματι χολὴ ἐνίζουσα τῇ γλώσσῃ, ἐπίπροσθεν τῶν ἐδεστῶν ἐντυγχάνουσα, τὴν αἴσθησιν σοφίζεται τήνδε. ἡ γὰρ γλῶσσα ἀναπιοῦσα τῆς χολῆς τῆσδε, οὐκ ἐκείνων αἰσθάνεται· καὶ τὸν μὲν πρόσθεν τὸν τῆς ἀποσιτίης χρόνον ἀτρεμέει ἡ χολὴ, ἀτὰρ οὐδὲ ἡ γλῶσσα τῷ ἤθεϊ ἄχθεται· ἢν δὲ ἀναζέσῃ γεύμασι ἐπίπροσθεν τῶν ἐδεστῶν τὴν γλῶσσαν ἥδε κινέει. ἤν τε οὖν πικρὸν ἔῃ σιτίον, πικρῶν αἴσθησις· ἤν τε γλυκὺ, χολώδεος· φθάνει γὰρ ἡ αἴσθησις τῆς χολῆς· ἀπάτη δὲ ξύνεστι τοῖσι ἡγευμένοισι τὰ πικρὰ γλυκέα φαίνεσθαι. οὐ γὰρ οὕτως ἔχει. ἀλλʼ ὅτι μὴ ἐπὶ τῷ ἰζαίνοντι πικρῷ πικράζεται, μόνον διὰ τὸ ξύνηθες τῆς νούσου, φαντασίη γλυκάζοντος γίγνεται. ἡ ὠυτὴ δὲ κατάστασις καὶ ἐν γλυκέσι καὶ πικροῖσι γεύμασι· ἀπατηλῶν ἄρα γευμάτων προκάλυμμα ἡ χολή. ἢν μὲν οὖν μὴ ξύν τινος σπλάγχνου θερμασίῃ φανῇ, ἀσινὲς μὲν ὡς ἐπίπαν, μακρότερον δέ· ἢν δὲ καὶ ἐγχρονίσῃ καὶ ἐπιφλεγμαίνῃ σπλάγχνον, ἐς ὕδρωπα τὰ πολλὰ καὶ καχεξίην τελευτᾷ. πολλοὶ δὲ καὶ δίχα ὕδρωπος ἐκτακέντες ὤλοντο. ξύνηθες δὲ μειρακίοισι, νέοισι, καὶ τοῖσι δὲ ἀσινέστερον· παιδίοισι δὲ, οὐκ ἄηθες πάγχυ· οὐ πάντη δὲ ἀσφαλές.