Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ *β′.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. ι′. περὶ Λειεντερίης.
Not analysed yet
ἢν ἐπὶ δυσεντερίῃσι καὶ ἕλκεσι πλατέσι καὶ κάρτα βαθέσι τῶν ἄνω ἐντέρων ὠτειλαὶ ἐγγίγνωνται πυκναὶ, παχεῖαι ,στερέμνιοι ,τὰ σιτία ἐκ τῶνδε ἐς τὰ κάτω διεκθέει, ὑγρὰ, ἀδιάκρι τα τοῦ τροφίμου· τὸ γὰρ τῶν ἐντέρων ἀραιὸν διʼ οὗπερ ἐς τὴν ἄνω φορὴν ἡ τροφὴ ἀναΐσσει, ἀπέκλεισεν ἡ ὠτειλή. ἀτροφίη οὖν τὸν ἄνθρωπον ἴσχει καὶ ἀχροίη, καὶ ἀτονίη. ἐπικλην τὸ πάθος λειεντερίη ἴσχει, —τὸ ἐπὶ τῇ οὐλῇ λέγω τῶν ἐντέρων, —τοὔνομα. καὶ νῦν μὲν ἐξ ἑλκέων ἐστὶ ἡ πάθη· ἄλλοτε δὲ ἔντερα μὲν ὠτειλὴν οὐκ ἴσχει· ἔθος δὲ καὶ μελέτη διαρρυεῖσα ἐκδιδάσκει τὰ ἔντερα. τὸ γὰρ ἐν τουτέοισι θερμὸν ἢν καταψυχθέν κοτε μήτε καταπέσσῃ, μήτε ἐς τὴν ἀναφορὴν ἀναΐσσῃ, ἄκρατον δὲ ὑπʼ ἀσθενίης ἔῃ, διαδιδρήσκει πᾶν ἔργον ἡ τροφή. ἀλλʼ ἢν μὲν σχέδιος καὶ μὴ ἑδραίη γένηται ἡ κάθαρσις, ἀλλὰ φαύλη, ἁπλοῦς ἔμετος ἀπὸ σιτίων ἔλυσε τὴν νοῦσον. ἢν δὲ προσοκείλῃ χρόνῳ, καὶ ἐν ἕδρῃ ἵζῃ ἡ αἰτίη τουτέων, οὐδὲν ὠφελέει. τίκτει δὲ καὶ χρονίη νοῦσος, καὶ ὀρθοστάδην καχεξίη· ἀτὰρ καὶ ὕδρωπές κοτε ἐς τόδε ἀπέσκηψαν εὐτυχῶς, ἐς κακὸν μὲν ἐκ κακοῦ, ἀλλὰ κρέσσων ἡ διαδοχή.