Ancient Greek · ~21 min
ΒΙΒΛΙΟΝ *β′.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. ιαʼ. περὶ Ὑστερικ ῶν..1
Not analysed yet
τῇσι γυναιξὶ ὑστέρη ἀγαθὴ μὲν ἐς κάθαρσιν καὶ τόκον, ξυμφορὴ δὲ νούσων μυρίων τε καὶ κακῶν. οὐ γὰρ ἑλκέων ἢ φλεγμασίης ἢ Ῥοῦ μοῦνον, ἀλλὰ κἢν ἐξαπίνης ὅλη ἄνω κινέηται, ὠκέως κτείνει. γεγράφαται μὲν οὖν ἐν ἄλλοισι, ὁκοῖα τῶν ἀπʼ αὐτέης ἦν ὀλέθρια ὀξέα. τὰ δὲ χρόνια Ῥόος διπλόος, σκληρίη, ἕλκεα, τὰ μὲν ἀσινέα, τὰ δὲ κακοήθεα· πρόπτωσις ὅλης, ἢ μέρεος. ῥόος μἒν οὖν, ἐρυθρὸς, ἢ λευκόχροος· ἰδέα δηλοῖ. ἐρυθρὸς μὲν, ἢν αἷμα ξανθὸν, καὶ αἱ τοῦδε ἰδέαι, ἢ πελιδνὸν ἢ μέλαν, καὶ λεπτὸν, ἢ παχὺ καὶ πεπηγὸς, οἷον θρόμβοι· λευκὸς ὡς ὕδωρ, ἢ ὠχρόξανθος ὡς χολή. παχὺς δὲ ὅκως ὑπόλεπτος, ἢ λεπτὸς ἰχὼρ καὶ κάκοδμος. λευκὸς δὲ ὡς πῦον, ὁ δὲ ἀτρεκὴς, ὡς λευκὸς ὄρρος· ἀτὰρ καὶ αἱμάλωψ κοτε τῷ πύῳ συνεκρέει. μυρίαι δὲ ἄλλαι παρὰ τὸ μᾶλλον τουτέων καὶ ἧττον ἰδέαι. περίοδος δὲ ἄλλοτε μὲν ἡ ἐπὶ μῆνα κάθαρσις, ἀλλʼ οὐκ ἐς τὴν ἀρχαίην ξυνίσταται προθεσμίην. οὐ πολλὸν μὲν τὸ αἷμα, ἐν ἡμέρῃσι δὲ πολλῇσι ἐκρέει· ὀλιγήμερος δὲ ἡ διάλειψις, ἀλλὰ καθαρή. ἄλλος περιόδου τρόπος, εἰς προθεσμί ην δὲ καὶ οὐκ ἐς πλῆθος περὶ πλεῖστον ἡ πρώτη κάθαρσις· δὶς δὲ καὶ τρὶς καθαίρονται ἀνὰ πάντα τὸν μῆνα· ἄλλη ἰδέη, ἄσχετος μὲν ἡ Ῥοὴ καὶ σμικρὴ ἐφʼ ἡμέρης ἑκάστης, ἀλλὰ εἰς τὸν ὅλον μῆνα οὐ πάγχυ βαιή. οὐδὲ γὰρ ὑστέρη μύει τὸ στόμα, ἀλλὰ οἴγνυται, πάρεσιν ἐς Ῥύσιν ὑγρότητος πάσχουσα· εἰ δὲ μήτε διαλείπει μήτε σμικρὸν ἐκρέει, αἱμορραγίῃ θνήσκουσι. σημήϊα δὲ, πρὸς τῇσι χροιῇσι τοῦ Ῥόου ἡ χροιὴ τῆς ἀνθρώπου· ἄγρυπνοι, ἀπόσιτοι, ἀσσώδεες, ἔκλυτοι ἐπὶ τὸ ἐρυθρὸν μᾶλλον, καὶ ὀδυνώδεες, καὶ κάκοδμον ἐπʼ ἀμφοῖν τὸ Ῥεῦμα· ἀλλὰ μᾶλλον καὶ ἧσσον ἄλλοτε καὶ ἄλλοτε. ὁ μὲν γὰρ λευκὸς κακίων, ἢν μέζων που ἡ σηπεδὼν ἔῃ· ἄλλοτε δὲ ὁ ἐρυθρὸς, ἢν ἀγριαίνῃ ἡ διάβρωσις. ἀθρόον δὲ εἰρήσθω, μέλας μὲν ἁπάντων κακίων, πελιδνὸς δεύτερον, ὠχρὸς δὲ καὶ λευκὸς καὶ πυώδης, μακρότεροι μὲν, ἧσσον δὲ κινδυνώδεες. τούτων δὲ αὐτέων ὁ ὠχρὸς κακίων μὲν, πολλὸν δὲ κρέσσων ὁ τῷ συνήθεϊ μεμιγμένος. ξυνήθης δὲ ἐρυθρὸς μὲν καὶ τὰ τοῦδε εἴδεα· τὸ δὲ ἀληθὲς γεραιτέρῃσι κακίονες οἱ ἐρυθροί· ἥκιστα δὲ νεήνισι οἱ λευκοί. ἀτὰρ καὶ ἀσινέστεροι ταύτῃσι οἱ ξυνήθεες· ἄλλος Ῥόος λευκὸς, ἡ ἐπιμήνιος κάθαρσις λευκὴ, δριμεῖα, καὶ ὀδαξώδης ἐς ἡδονήν· ἐπὶ δὲ τοῖσι καὶ ὑγροῦ λευκοῦ, παχέος, γονοειδέος πρόκλησις. τόδε τὸ εἶδος γονόρροιαν γυναικείαν ἐλέξαμεν. ἔστι δὲ τῆς ὑστέρης ψύξις, οὕνεκεν ἀκρατὴς τῶν ὑγρῶν γίγνεται· ἀτὰρ καὶ τὸ αἷμα ἐς χροιὴν λευκὴν ἀμείβει. τοῦ γὰρ πυρὸς οὐκ ἴσχει τὸ φοινίσσον. τήνδε τὴν πάθην καὶ στόμαχος νοσέει καὶ ἐμέει φλέγμα· ἀτὰρ καὶ ἔντερα ὁμοίην ἴσχει, εὖτε τὴν διάρροιαν νοσέει. γίγνεται ἕλκεα καὶ ἐν ὑστέρῃ, τὰ μὲν πλατέα, κνησμώδεα, ἅπερ ἅλια, ὅκως ἀναδορή τις ἐπιπολῆς, πῦον παχὺ, ἄνοσμον, ὀλίγον. εὐήθεα τάδε τὰ ἕλκεα· ἄλλα τουτέων βαθύτερα καὶ κακίονα, οἷς πόνοι σμικροὶ, πῦον ὀλίγῳ πλεῖον, μᾶλλον κάκοδμα, ἀλλʼ ἔμπης εὐήθεα καὶ τάδε. ἢν δὲ ἐπὶ μᾶλλον βαθέα γίγνηται, καὶ τὰ χείλεα τῶν ἕλκεων ἀπηνέα ἢ τρηχέα, ἰχώρ τις κακώδης, καὶ πόνος τῶν πρόσθεν μέζων, ἀνεσθίει δὲ τὴν ὑστέρην τὸ ἕλκος· ἐξήκει δέ κοτε καὶ ἀπολυθέντι σαρκίον· μὴ εἰς ὠτειλὴν ἰὸν μήκιστον κτάνει τόδε, ἢ χρόνιον γίγνεται κάρτα. τόδε καὶ φαγέδαινα κικλήσκεται. ὀλέθρια δὲ τὰ ἕλκεα, ἢν πρὸς τοῖσι ἄλγος ὀξύνῃ, καὶ ἡ ἄνθρωπος ἀπορῇ. σηπεδὼν δὲ ἀπὸ τοῦ ἕλκεος Ῥέει οὔτε αὐτέῃσι φορητὴ, ἀγριαίνει ψαύσεσί τε καὶ φαρμάκοισι ,καὶ χαλεπαίνει πως καὶ ἰητρίῃ· φλέβες δὲ ἐν ὑστέρῃ ἐς ὄγκον αἴρονται ξὺν περιτάσεσι τῶν πέλας· ἔστι δὲ πεπνυμένοισι οὐκ ἄσημον τῇ ἁφῇ. οὐ γὰρ ἄλλως δῆλον· πῦρ δὲ καὶ ἄση τοῦ παντὸς καὶ σκληρίη ξύνεστιν, ᾗπερ τοῖσι θηριώδεσι, θανατώδεα ὄντα ἕλκεα, ἀτὰρ καὶ ἐπίκλησιν ἴσχει καρκίνων. ἄλλος καρκίνος· ἕλκος μὲν οὐδαμῆ, ὄγκος δὲ σκληρὸς, ἀτέραμνος· ξυντιταίνει δὲ τὴν ὑστέρην ὅλην, ἀτὰρ καὶ ἄλγεα κατὰ τὰ ἄλλα ὅσα ἐφέλκει· ταῦτα δὲ ἄμφω τὰ καρκινώ δεα καὶ χρόνια καὶ ὀλέθρια· πολλὸν δὲ τὸ ἕλκος τοῦ ἀνελκώτου κάκιον καὶ ὀσμῇ, καὶ πόνοισι, καὶ ζωῇ, καὶ θανάτῳ. ἐξίσταταί κοτε τῆς ἕδρης ἡ ὑστέρη ὅλη, καὶ ἐπὶ τοῖσι μηροῖσι τῆς γυναικὸς ἱζάνει· ἄπιστος ἡ ξυμφορὴ, ἀλλʼ οὐκ ἀθέητος ἡ ὑστέρη, οὐδὲ ἀγέννητος ἡ αἰτίη. ξυνδίδουσι γὰρ οἱ ὑμένες, οἱ πρὸς τοὺς λαγόνας, ὀχῆες τῆς ὑστέρης ἐόντες νευρώδεες· οἱ μὲν κατὰ πυθμένα πρὸς τὴν ὀσφὺν λεπτοί· οἱ δὲ κατʼ αὐχένα ἔνθα καὶ ἔνθα πρὸς τοὺς λαγόνας· οἱ δὲ μάλιστα νευρώδεες, πλατέες ὅκως νεὼς λαίφεα. πάντες οὖν ξυνδίδουσι οἵδε, ἢν ἔξω ἡ ὑστέρη ἀΐσσῃ. κτείνει μὲν οὖν τὰ πολλὰ ἔκπτωσις ἥδε. γίγνεται γὰρ ἐπὶ ἀμβλωσμ ῷ, καὶ σεισμοῖσι μεγάλοισι, καὶ βιαίῳ τόκῳ· ἢν δὲ μὴ κτάνῃ, ἐς μακρὸν αἵδε ζώουσιν, ὁρέουσαι τὰ μὴ θεητὰ καὶ τιθηνοῦσαι ἔξω καὶ βαυκαλῶσαι τὴν ὑστέρην. δοκέει δέ κοτε τῆς διπλόης τῆς ὑστέρης ὁ ἔνδον ὑπεζωκὼς χιτὼν, ἀποσπᾶσθαι τοῦ ξυναφέος. δοιαὶ γὰρ αἱ σχίδες μὲν αἱ ἐπηλλαγμέναι χιτῶνος· ὅδε οὖν ἀφίσταται μὲν καὶ Ῥεύματι, καὶ ἐντρωσμῷ καὶ βιαίῳ τόκῳ, εὖτε ἐπὶ τῷ χορίῳ προσπέφυκεν αὐτέη. ἢν γὰρ τόδε ἕλκηταιβίῃ, συνεκπεράσας ὁ τῆς ὑστέρης χιτὼν ἀλλὰ ἢν μὴ ἐκθάνῃ ἡ γυνὴ, παλίνορσος τὸ αὐτὸ συνήφθη κοτὲ στάθμῃ, ἢ σμικρὸν ἔξω φαίνεται· σκέπει γὰρ τοῖσι μηρίοισι ἡ γυνή. προσπίπτει κοτὲ τὸ στόμιον τῆς ὑστέρης μοῦνον μέσφι τοῦ αὐχένος, ἀλλʼ αὖθις εἴσω δύεται, ἢν ὀσφραίνηται ἡ ὑστέρη θυμιήσι κακώδεϊ. ἕλκει δὲ αὐτέην καὶ ἡ γυνὴ, ἢν ὀσφραίνηται θυμιητῶν εὐωδέων. ἀτὰρ καὶ χερσὶ μαίης ἀτρέμα εἴσω θέει, ἡσυχῆ πιεζευμένη καὶ χριομένη πρόσθεν τοῖσι ὑστέρης μειλίγμασι.