Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
Aretaeus of Cappadocia, Ὀξέων νούσων θεραπευτικόν Κεφ. η′. Θεραπεία τῆς κατὰ τοὺς Νεφροὺς ὀξείας νούσου.
Not analysed yet
κάτοξυ μὲν ἐν νεφροῖσι φλεγμασίη· συμφλεγ μαίνουσι γὰρ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσαι φλέβες· τῇσι δὲ τὸ ἧπαρ· οὐ κάρτα ἐπιμήκεες ἐοῦσαι, κάρτα δὲ εὐρεῖαι, ὡς δοκέειν τοὺς νεφροὺς ἐξηρτῆσθαι ἀγχοῦ τοῦ ἥπατος· ἀτὰρ καὶ ἰσχουρίη ἐπὶ φλεγμασίῃ γίνεται ξυντιμωρέουσα τῷ ὀξέϊ τῆς φλεγμασίης· πίμπλαται γὰρ ἡ τῶν νεφρῶν κοιλίη ὑπὸ πλημμυρίης τῶν οὔρων οὐ διεκθεόντων· τόδε μέντοι καὶ ἐπὶ λίθων γίγνεται, ἢν φύῃ μὲν ἐν νεφροῖσι μέζων τῆς εὐρύτητος τῶν οὐρητήρων· ἐνίζει μὲν μὴ διεξιὼν, ἀτὰρ καὶ τὰ οὖρα ὅδε ἐπίσχει. ἀλλὰ ἀμφὶ μὲν τῆς γενέσιος τῶν λίθων ἐν τοῖσι χρονίοισι λελέξεται, ὅκως ἢ μὴ ξυνήσωνται, ἢ θρύπτωνται γιγνόμενοι. ἀμφὶ θερμασίης, ἠδʼ ἐμφράξιος ὁκόσα ὀξέως κτείνει, τῇδέ μοι γεγράψεται. ἢν ἐνστάσιες λίθων ἔωσι, ἤν τε φλεγμασίη, τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι, ἢν μὴ κωλύῃ τις ἡλικίη· εὔροον δὲ καὶ πολλὸν ἔστω τὸ αἷμα. οὐ γὰρ αἱ φλεγμοναὶ πρηο̈́νονται μοῦνον κενώσι· ἀλλὰ καὶ σφηνώσιες τῶν λίθων χαλῶνται τῇσι τῶν ἀγγείων κενώσεσι. ἀτὰρ ἠδὲ ἐν οὐρήσι διεκθέουσι οἱ λίθοι. ἔπειτα τέγξεσι γλευκίνου λίπαος, ἢ κυπρίνου, καὶ πυρίῃσι, καὶ ἐπιπλάσμασι ἀνίεται τὰ μέρεα. ἀρτεμισίη δʼ ἔστω ἡ βοτάνη, καὶ σχοῖνος, καὶ κάλαμος ὁ εὐώδης ἐν τοῖς καταπλάσμασι· ἔπειτα σικύην προσβάλλειν ἐς νεφροὺς κατʼ ἰσχίον, μάλιστα δʼ ἂν ἡ ἀπὸ τοῦδε τοῦ χωρίου κένωσις ὤνησε· λελαπάχθω δὲ κοιλίη κλυσμοῖσι ὀλισθηροῖσι, γλίσχροισι μᾶλλον ἢ δριμέσι, μαλάχης ἢ τήλιος χυλοῖσι· κοτὲ δὲ φάρμακα πρὸ τῶν σιτίων οὐρητικὰ, ὁκοῖα ἐπὶ ἥπατος λέλεκται· ἀτὰρ καὶ σιτία ἴκελα, εὔπεπτα. κακὸν γὰρ τουτέοισι ἀπεψίη. ἄριστον δὲ γάλα, μάλιστα μὲν ὄνου, ἵππου δὲ δεύτερον καὶ ὄϊος δὲ καὶ αἰγὸς χρήσιμον, ὅτι γάλα. ἢν μὲν οὖν ἄπυροι ἔωσι, καὶ λούειν κρέσσον· ἢν δὲ μὴ, ἐς ἕψημα τῶν βοτανῶν ἐνίζεσθαι, ἄχρις ὀμφαλοῦ τὸ ἄγγος πληροῦντα· ἢν δὲ ἐς πῦον τρέπηται, ὁκοίοισι χρὴ ἐπιπλάσμασι ἠδὲ φαρμάκοισι χρέεσθαι, ἐπὶ πολλοῖσι μὲν καὶ πρόσθεν ὑποκέεται. ἢν δὲ ἐνστήκῃ λίθος, πυρίῃσι μὲν καὶ ἐπιπλάσμασι τοῖσι αὐτέοισι χρέεσθαι. θρύπτειν δὲ τοὺς λίθους τοῖσι πινομένοισι φαρμάκοισι· ἁπλαῖ μὲν, σίον καὶ πριονίτης αἱ βοτάναι, ἑφθαὶ ξὺν ἐλαίῳ, ἢ ὄξεϊ ἐδωδίμῳ καὶ τῶνδε χυλὸς προπινόμενος· ποικίλα δὲ ἡ Βηστίνου καλευμένη καὶ ἡ διʼ ἐχιδνῶν καὶ σκίγκου τοῦ θηρίου, ὁκόσα τε δοκέουσι ἔμμεναι τῇ πείρῃ κράτιστα· αἰῶραι τοῖσδε καὶ σείσιες ἐς κίνησιν καὶ πρόωσιν τῶν λίθων. κάρτα γὰρ ἐπίπονος τῶν λίθων ἡ ἐς τὴν κύστιν ὁδοιπορίη. ἢν δὲ ἐκπέσωσι ἔνθεν, ἄπονοί τε γίγνονται, οὐδʼ ὄναρ ἀπηλλάχθαι δοκέειν τοῦ πόνου εἰθισμένοι· ἀτὰρ καὶ ὡς ἐξ ἀφύκτων κακῶν τὴν ψυχὴν καὶ τὰ μέλεα λύονται.