Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
Aretaeus of Cappadocia, Ὀξέων νούσων θεραπευτικόν Κεφ. θ′. Θεραπεία τῶν κατὰ τῆν Κύστιν ὀξέων παθῶν.
Not analysed yet
καὶ τῇ κύστι πάθεα ὀξέα ἴκελα τοῖσι νεφροῖσι γίγνεται, φλεγμον αὶ καὶ ἕλκεα καὶ λίθοι καὶ θρόμβων ἐμφράξιες, ἐφʼ οἷσι ἰσχουρίη, στραγγουρίη· ἀλλὰ ὀξύτερος τῇδε ὁ πόνος καὶ ὄλεθρος ὤκιστος· νεῦρον γὰρ πλατὺ ἡ κύστις. νεφροὶ δὲ, ὁκοῖον αἱμάλωψ, τῆς ἥπατος ἔασι ἰδέης· ἀλλὰ καὶ αἰνότατοι καὶ οἴκτιστοι, ἔνθα μάλιστα γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσι. τάμνειν ὦν αὐτίκα τὸν κενεῶνα, καταιον εῖν δὲ τὴν κύστιν λίπαϊ συχνῷ ξὺν πηγάνῳ καὶ ἀνήθῳ. ἢν δὲ θρόμβοι ἔωσι τοῦ πόνου καὶ τῆς ἰσχουρίης αἴτιοι, ὀξύμελι πιπίσκειν, ἢ τιτάνου μικρὸν ξὺν μελικρήτῳ, ἐς τὴν διάλυσιν τῶν θρόμβων, ἠδὲ ὁκόσα οὐρήσιας προκαλέεται, καὶ βοτάνας, καὶ σπέρματα· ἢν δὲ ἐξ αἱμορραγίης ὁ κίνδυνος, ἴσχειν μὲν οὐκ εἰς ἀμβολὴν τῶνδε μᾶλλον· ἀτὰρ καὶ ὅδε οὐχ ἥκιστα ὁ κίνδυνος. ἀρήγειν μὲν ὦν καὶ τοῖσι αἷμα ἐπέχουσι. ἀρήγει δὲ ἡ ψῦξις τῆς κύστιος· Ῥοδίνου καὶ οἴνου τέγξις, καὶ εἰρίων κατείλησις ἀπὸ οἰσύπου. ἐπίθημα ,φοίνικες ἐν οἴνῳ δευθέντες ξὺν Ῥοιῇ, ἢ χυλῷ τοῦ Ῥοός· ἢν δὲ ἐκτρέπηται καὶ τῶν ἐπιθημάτων τὰ βάρεα, καὶ τὰς μεγάλας ψύξιας ἐκτρέπειν· χρὴ γὰρ μὴ κάρτα ψύχειν ψυχρήν τε φύσι καὶ λεπτὴν ἐοῦσαν τὴν κύστιν· καταχρίειν δὲ γλευκίνῳ, ἢ ἀκακίῃ, ἢ ὑποκιστίδι, ξὺν οἴνῳ. σπόγγοισι δὲ, ἢν μὴ σφόδρα ἐπείγῃ ἡ αἱμορραγίη, μὴ χρέεσθαι. τροφαὶ σιτώδεες, εὔπεπτοι, εὔχυμοι, οὐρητικαὶ, ὁκοῖαί μοι ἐπὶ νεφροῖσι λελέχαται· γάλα, οἶνος γλυκὺς, Θηραιὸς ἢ Σκυβαλίτης. φάρμακα πινόμενα, οὐρητικὰ, εὐώδεα, εὔροα· καὶ τἄλλα τὰ τοιαῦτα· ἄριστον δὲ κύστιτέττιγες, ἐφʼ ὥρας μὲν ὁπτοὶ, ἔδεσμα· ἔξωροι δὲ ξηροὶ, λεῖοι, ξὺν ὕδατι. ἔστω δὲ καὶ τῆς Ῥίζης τῆς νάρδου βραχὺ ξὺν τοῖσι τέττιξι ἀφεψηθεῖσι. τοῖσι αὐτέοισι ἐνίζεσθαι ἀντὶ λουτροῦ ἐς ἄνεσιν τῆς κύστιος. ἢν δὲ λίθων ἔμφραξις ἐπίσχῃ τὴν οὔρησιν, τῷ ὀργάνῳ τῷ καθετηρίῳ ὠθεῖν τὸν λίθον ἠδὲ ἄγειν τὸ οὖρον, ἢν μὴ ἔωσι φλεγμοναί. ἐπὶ γὰρ φλεγμονῇσι οὔτε ὁ πόρος δέχεται τὸ ὄργανον, πρὸς δὲ τιτρώσκονται τῷ καθετῆρι. ἢν δὲ ἄπορος μὲν ᾖ ἡ τῶνδε ἰητρείη, θνήσκῃ δὲ ὀδύνῃσι ὥνθρωπος τάμνειν τὴν πλιχάδα καὶ τὸν τῆς κυστίδος τράχηλον, ἔς τε τὴν τῶν λίθων ἔκπτωσιν καὶ τὴν τῶν οὔρων ἔκχυσιν. καὶ μάλιστα μὲν ἀκέσασθαι ἐς ὠτειλὴν ἄγοντα τὸ τρῶμα· ἢν δὲ μὴ, Ῥυάδα γενέσθαι τοῦ οὔρου βέλτιον ἐς τὸν αὖθις τοῦ ἀνθρώπου βίον, ἢ τῇ ὀδύνῃ οἰκτίστως θανεῖν.