Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
Aretaeus of Cappadocia, Ὀξέων νούσων θεραπευτικόν Κεφ. ι′. Θεραπεία Ὑστερικῆς Πνιγός..1
Not analysed yet
Ἡ ὑστέρη τῇσι γυναιξὶ ὑμένων ἀποτάσιας ἔνθα καὶ ἔνθα κατὰ λαγόνας ἴσχει, ἀτὰρ ἠδὲ ζῴου πάθη ἐν ὀσφρήσι· ἴεται γὰρ ἐπὶ τοῖσι εὐώδεσι πρὸς ἡδονὴν, καὶ τὰ κάκοσμα καὶ ἀτερπέα ὑπὸ ἀχθηδόνος φεύγει. ἢν μὲν ὦν τῶν ἄνω τι λυπῇ, πρόεισι γυναικηΐων ἔξω. ὧν δὲ κατὰ στόματι ἂν εἴη, ὀπίσω χάζεται ἠδὲ ἄνω· ἴῃ δʼ ἄν ποτε καὶ ἔνθα καὶ ἔνθα ποτὶ σπλῆνα καὶ ἧπαρ· ξυνδιδοῖ δὲ τὰ ὑμένια ἐς ἀπόστασιν καὶ ξυναγωγὴν, ὅκως νηὸς λαίφεα. πάσχει δὲ τάδε καὶ ὑπὸ φλεγμασίης. καὶ γὰρ προπετεστέρη τῷ πάθεϊ καὶ τῷ ὄγκῳ τοῦ αὐχένος γίγνεται· ἡ γὰρ κατὰ πυθμένα φλεγμασίη ἄνω Ῥέπει, ἢν μὲν ἐς πόδας, ἔξω. ἀσηρὸν μὲν ὦν καὶ ἀλεγεινον, καὶ ἀτερπές· δύσχρηστον δὲ καὶ βαδίσαι, καὶ ἐς πλευρὰν κατακέεσθαι, καὶ ὑπτίην, ἢν μὴ τὼ πόδε φλεγμήνῃ ἡ γυνή· ἢν δὲ ἄνω φοιτοίη, ὡς ὀξύτατα μὲν τὴν ἄνθρωπον ἀπέπνιξε, πιέζει δʼ ἀγχόνῃ τῆς ἀναπνοῆς. οὐδὲ γὰρ οὐδὲ φθάνει πονέειν τε καὶ βοᾶν, καὶ τοὺς παρόντας κικλήσκειν ἀρωγούς. τῇσι γὰρ ἀναπνοῆς ἐπίσχεσις θᾶττον πολλῇσι, τῇσι δὲ φωνῆς. εἰκὸς ἂν ὦν τοῖς ἐν τουτέοισι καλέσαι τὸν ἰητρὸν, πρὶν τὴν ἄνθρωπον θανεῖν. ἀλλʼ ἤν κοτε ἐκ συντυχίης ἥκῃς, γνόντα τὴν φλεγμονὴν, σχάσαι φλέβα, μάλιστα μὲν τὴν ἐπὶ τῷ σφυρῷ. ἢν δὲ μὴ εὔροον ἔῃ, τὴν ἐπʼ ἀγκῶνι· ἐπαφαιρέειν δὲ ἀπὸ τοῦ σφυροῦ. πρήσσειν δὲ τὰ ἄλλα, ὁκόσα ἂν καὶ ἄνευ φλεγμασίης ἀρήγῃ πνιγί. δεσμοὶ χειρῶν καὶ ποδῶν, σφίγγοντες ἄχρι ναρκώσιος· ὀσμὴ κακωδέων, πίσσης ὑγρῆς, τριχῶν, εἰρίου κεκαυμένων· λύχνου φλογὸς ἐσβεσμένης ,καστορίου, πρὸς τῷ κακώδει καὶ τὰ νεῦρα ψυχθέντα θάλπειν. οὖρον παλαιὸν καὶ τὴν αἴσθησιν ἐξανίστησι κάρτα τοῦ νεκρώδεος, καὶ τὴν ὑστέρην κάτω διώκει. τοιγαρῶν καὶ τοῖσι προσθέτοισι εὐώδεα ἐς τὴν χώρην ἐπιβλητέον τῆς ὑστέρης· μύρον ὁκοῖον ἂν ἔῃ προσηνὲς, ἠδὲ ἄδηκτον τὴν ἁφὴν, νάρδον, ἢ βάκχαρι τὸ Αἰγύπτιον· ἢ τὸ διὰ τῶν φύλλων τοῦ μαλαβάθρου ,τοῦ δένδρεος τοῦ Ἰνδικοῦ, ἢ κιννάμωμον κοπὲν ξὺν τῶν εὐόσμων τινὶ λίπαϊ· ἐγχρίειν δὲ τάδε τοῖσι γυναικηΐοισι χώροισι. ἀτὰρ ἠδὲ ἔγχυτον ἐκ τῶνδε ἐγχεῖν τῇ ὑστέρῃ· διαχρίειν δὲ καὶ τὴν ἕδρην φυσέων ἀγωγοῖς· ἠδὲ ὑποκλύζειν μὴ δριμέσι, μαλθακοῖσι ,γλίσχροισι, ὀλισθηροῖσι, ἐς τὴν τῶν κοπρίων ἔξοδον μοῦνον, ὅκως ἡ χώρη τῆς ὑστέρης λαπαρὴ γίγνηται· ἀλθαίης χυλῷ, ἢ τήλιος· μελίλωτον δὲ ἢ σάμψυχον ξὺν τῷ λίπαϊ ἑψείσθω· ἢν δὲ βίης ἢ λαπάξιος ἡ ὑστέρη δέηται, χείρεσι μὲν πιέζειν τὸ ὑποχόνδριον γυναικὸς εὐτόνου, ἢ ἀνδρὸς εὐαφοῦς, καὶ διαζῶσαι ταινίαις σφίγγοντα, ὁκόταν διελάσῃ τὸν χῶρον, ὡς μὴ αὖθις ἄνω θέειν· πταρμοὺς ποιέοντα ἐπιλαμβάνειν τὰς Ῥῖνας· τῷ γὰρ πταρμῷ καὶ τῇ ἐντάσι μετεξετέρῃσι ἡ ὑστέρη ἐς χώρηνϊξε· ἐμφυσῆν δὲ ἐς Ῥῖνας οἷά γε στρουθίου Ῥίζης, ἢ πεπέρεος, ἢ τοῦ κάστορος· προσβάλλειν δὲ σικύας κούφας μηροῖσι, λαγόσι, ἰσχίοισι, βουβῶσι, ἕλκοντα τὴν ὑστέρην· προσβάλλειν δὲ καὶ πρὸς Ῥάχιν, ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων, τῇ πνιγὶ ἀρήγοντα· ἢν δὲ ὲπὶ φλεγμονῇ πνίγηται, καὶ διασχάσαι τὴν ἐπὶ τῷ κτενὶ οἰχευμένην φλέβα καὶ ἀφαιρέειν συχνὸν αἷμα. ἀνατρίψιες τοῦ προσώπου, τιλμοὶ τριχῶν, ξὺν ἐμβοήσι ἐς ἀνάκλησιν· ἢν δὲ καὶ μικρὸν ἐπανενέγκωσι, ἐς ἀφέψημα ἀρωμάτων ἐνίζειν, καὶ εὐώδεα θυητὰ ὑποθυμιῆν· πιπίσκειν δὲ πρὸ τῶν σιτίων τοῦ κάστορος, καὶ τῆς ἱερῆς μικρὸν ξὺν τῷ κάστορι· καὶ ἢν ἐπανενέγκῃ, λούειν· καὶ ἐς ὥρην ἐς τὰ ξυνήθεα τρέπειν· μελεδαίνειν δὲ τὴν ἄνθρωπον, ὅκως ἄγηται τὰ ἐπιμήνια εὔροα.