Ancient Greek
ΒΙΒΛΙΟΝ *β.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Κεφ. γ. περὶ Συγκοπῆς..1
Not analysed yet
εὖ γε ὅλως ὁ ἰητρὸς, ἠδὲ ὁ δημότης, εὖ γε ἐπικλήσιος τοῦδε τοῦ πάθεος. ὠκυτάτου κακοῦ ἐστι οὔνομα· τί μὲν γὰρ μέζον ἢ ὠκύτερο ν συγκοπῆς δυνάμιος; τί δὲ οὔνομα ἕτερον εἰς ἐπίκλησιν τοῦδε τοῦ πράγματος μᾶλλον εὔσημον; τί δὲ καρδίης ἄλλο καιριώτερον ἐς ζωὴν ἢ ἐς θάνατον; οὐδὲ τὴν συγκοπὴν ἄπιστον τῆς καρδίης νοῦσον ἔμμεναι, ἢ αὐτὴν σίνος τῆς ἐν αὐτέῃ τοῦ ζῆν δυνάμιος· τόσον τε τάχος τοῦ ὀλέθρου, τοιήδε καὶ ἰδέη. ἔστι γὰρ τὸ πάθος λύσις τῶν δεσμῶν τῆς εἰς ζωὴν δυνάμιος, ἀντίξουν τῇ συστάσει τοῦ ἀνθρώπου ἐόν. τῆσδε γὰρ ἀπρὶξ λαβόμεν ον οὐ μεθίησι, ἀλλʼ ἐς διάλυσιν τρέπει. καὶ οὐ μέγα τὸ θώϋμα. καὶ γὰρ καὶ ἕτερα πάθεα ἴδια καὶ ἐπίκαιράτινων μερέων ἐστὶ, οἷσίπερ ἐμφύνει, καὶ τουτέων ἐξάπτεται· βουβῶνες μὲν οἱ λοιμώδεες καὶ σφόδρα κακοήθεες ἐξ ἥπατος ἐξ ἄλλου δὲ γίγνονται οὐδενός. νεύρων δὲ τέτανος, ἐπιληψίη δὲ κεφαλῆς. ὧδε οὖν καὶ ἡ συγκοπὴ καρδίης ἐστὶ καὶ ζωῆς νοῦσος. ὁκόσοι δὲ στομάχου ἡγέονται τὸ πάθος ἔμμεναι, οὕνεκα σιτίοισί τε καὶ οἴνῳ, μετεξετέροισι δὲ καὶ ψυχρῷ, ἡ δύναμις ἐστάθη, καὶ τὸ κακὸν ἐξηλάθη, οἱ δέ μοι δοκέουσι καὶ τὴν φρενῖτιν τριχῶν τῆς κεφαλῆς, καὶ τοῦ δέρματος νοῦσον ἡγέεσθαι, οὕνεκεν κουρῇ καὶ τέγξι αὐτέων Ῥηίζουσι οἱ φρενιτι κοί. ἀλλὰ γὰρ τῆς καρδίης γειτόνη μα καίριόν ἐστι ὁ στόμαχος, ἐξ οὗπερ ἕλκει ἡ καρδίη οἰκεῖον ἢ ἀξύμφορον. καὶ γὰρ καὶ διὰ πνεύμονος ἕλκει πνεῦμα εἰς ἀναπνοὴν ἡ καρδίη, ἀλλʼ οὐχὶ πνεύμων ἐξ ἴσης ἀρχῆς ἀναπνέει. οὐ γὰρ ἐν τοῖσι ὀργάνοισι αἱ δυνάμιες, ἀλλʼ ἔνθα ἀρχὴ ζωῆς ἦν καὶ ἰσχύος. στόμαχος δὲ οὔτε ἀρχὴ οὔτε χωρίον ζωῆς· βλαβήσεται δέ τις διὰ ἀτονίην. καὶ γὰρ καὶ τὰ καρδιοβόλα βρώματα οὐ τὸν στόμαχον σίνεται, ἀλλὰ διʼ αὐτέου τὴν καρδίην· ἐπεὶ καὶ οἱ ἐπὶ τοῖσδε θνήσκοντες σημεῖα ἴσχουσι καρδίης πάθεος, σφυγμοὺς μικροὺς, ἀδρανέας, πάταγον τῆς καρδίης, ἐπὶ πηδήσι καρτερῇ, σκοτόδινος, λειποθυμίη, νάρκη, καὶ παρέσιες μελέων, ἱδρὼς ἄσχετος, πουλὺς, ψύξις ὅλου, ἀναισθησίη ,ἀφωνίη. ποῦ δὴ τὸν στόμαχον πάσχειν τάδε; ἅττα δὲ αὐτέου ἴδια, ναυτίη, ἔμετος, ἀποσιτίη, λὺγξ, ἐρεύξιες, ὀξυρεγμίη· ἐπὶ δὲ τοῖσι καρδιώσσουσι καὶ αἰσθήσι ὀξύτεροι, ὡς ἰδεῖν καὶ ἀκοῦσαι μᾶλλον ἢ πρόσθεν, καὶ γνώμῃ εὐσταθέστεροι, καὶ ψυχῇ καθαρώτεροι, καὶ τάδε οὐκ εἰς τὰ παρεόντα μοῦνον, καὶ ἐς τὰ μέλλοντα μάντιες ἀτρεκέες. μὴ οὖν καὶ αἵδε στομάχου αἱ δυνάμιες, ἀλλὰ καρδίης, ἔνθα καὶ ἡ ψυχὴ καὶ ἡ φύσις αὐτέης, εἰς ἣν καὶ τὸ πάθος ᾖ τῶν τῇδε δυνάμεων. ἔστι δὲ ἡ τῆς νούσου ἰδέη ἔκλυσις τοῦ τόνου τῆς φύσιος ἐπʼ αἰτίῃ ψύξι καὶ ὑγρότητι. καὶ γὰρ ἄθερμοι, καὶ τὰ εἴσω καὶ τὰ ἔξω, καὶ ἄδιψοι· καὶ ψυχρὸν ἀναπνέουσι, κἢν ἐκ μεγάλων καὶ καυσωδέων ἐστὶ πυρετῶν, ἐξ ὧνπερ ἐξάπτεται ἡ ξυγκοπή. εὖτε μὲν γὰρ ἔρρωται ἡ φύσις, καί ἐστιν εὔκρατος, πάντων μὲν κρατέει, πᾶσι δὲ σημαίνει, καὶ ὑγρῷ, καὶ πνεύματι, καὶ στερεοῖσι, καὶ τῇ τούτων εὐταξίῃ καὶ ξυμμετρίῃ ἐς ζωὴν διέπει τὸν ἄνθρωπον· ἢν δὲ τῆς φύσιος ὁ δεσμὸς, τουτέστι ὁ τόνος, λυθῇ, τότε γίγνεται τὸ πάθος. κατάρχει δὲ αὐτέου καῦσος, ὅς ἐστι τοιόσδε.