Ancient Greek
ΒΙΒΛΙΟΝ *β.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Κεφ. δ. περὶ Καύσων.
Not analysed yet
πῦρ μὲν πάντη καὶ δριμὺ καὶ λεπτὸν, μάλιστα δὲ τὰ εἴσω· ἀναπνοὴ θερμὴ, ὡς ἐκ πυρὸς, ἠέρος ὁλκὴ μεγάλη, ψυχροῦ ἐπιθυμίη, γλώσσης ξηρότης, αὐασμὸς χειλέων καὶ δέρματος, ἄκρεα ψυχρὰ, οὖρα χολόβαφα κατακορέως ,ἀγρυπνίη, σφυγμοὶ πυκνοὶ, σμικροὶ, ἔκλυτοι· ὀφθαλμοὶ εὐαγέες, λαμπροὶ ,ὑπέρυθροι· προσώπου εὐχροίη. ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ πάθος, μέζω τὰ πάντα καὶ κακίω· σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, πῦρ ξηρότατον καὶ δριμύτατον ,γνώμη παράφορος, πάντων ἀγνωσίη, διψώδεες, ψαῦσαι ψυχροῦ ἐπιθυμίη, τοίχου, ἐσθῆτος, ἐδάφεος, ὑγροῦ· χεῖρες ψυχραὶ, θέναρα θερμότατα, ὄνυχες πελιδνοὶ, ἀναπνοὴ πυκινὴ, νοτὶς περὶ μέτωπα καὶ κληΐδας. ἢν δὲ ἐς ἄκρον ξηρότητος καὶ θερμασίης ἥκῃ ἡ φύσις, τὸ μὲν θερμὸν ἐς ψυχρὸν, ὁ δὲ αὐχμὸς ἐς ἐπομβρίην τρέπεται. αἱ γὰρ τῶν πρηγμάτων ἐς τὸ ἔσχατον ἐπιτάσιες εἰς τὴν ἐναντίην μεταβάλλουσι ἰδέην. ἐπὴν οὖν λυθῇ τῆς φύσιος τὰ δεσμὰ, τόδε ἐστὶ ἡ συγκοπὴ, τότε ἱδρὼς ἄσχετος πάντη τοῦ σώματος, ἀναπνοὴ ψυχρὴ, ἀτμὸς ἀνὰ Ῥῖνας πουλὺς, ἄδιψοι, ἐξήρανται γὰρ τά τʼ ἄλλα, ἀτὰρ καὶ τὰ ἄλλα διψαλέα ὄργανα, στόμα, στόμαχος· οὖρα λεπτὰ, ὑδατώδεα· κοιλίη τὰ πολλὰ μὲν ξηρὴ, ἔστι δὲ καὶ οἷσι ὑποφέρει βραχέα χολώδεα, πουλὺς πλάδος, διαρρέει δὲ καὶ τὰ ὀστέα λυόμενα· καὶ ἀπὸ πάντων ὡς ἐν ποταμῷ ἐς τὰ ἔξω ἡ φορή. ψυχῆς κατάστασις ,αἴσθησις σύμπασα καθαρὴ, διάνοια λεπτὴ, γνώμη μαντική. προγιγνώσκουσι μὲν οὖν πρώτιστα μὲν ὡυτέοισι τοῦ βίου τὴν μεταλλαγήν· ἔπειτα τοῖσι παρεοῦσι προλέγουσι τὰ αὖθις ἐσόμενα· οἱ δὲ αὐτέους μὲν ἔσθʼ ὅτε καὶ ἀλλοφάσσειν δοκέουσι· τῇ ἀποβάσι δὲ τῶν εἰρημένων θωϋμάζουσι ὥνθρωποι. μετεξέτεροι δὲ καὶ προσλαλέουσι τῶν κατοιχομένων τισὶ, τάχα μὲν παρεόντας ὁρεῦντες αὐτοὶ μοῦνοι, ὑπὸ λεπτῆς καὶ καθαρῆς αἰσθήσιος, τάχα δʼ αὐτῶν τῆς ψυχῆς προγγινωσκούσης, καὶ διηγευμένης τοὺς ἄνδρας οἷσι ξυνέσονται. πρόσθεν μὲν γὰρ ἐν τοῖσι ὑγροῖσι ὡς ἐν ἰλύϊ ἔνην καὶ ζόφῳ. ἐπεὶ δὲ τάδε ἐξήντλησε ἡ νοῦσος, καὶ ἀπὸ τῶν ὀφθαλμῶν τὴν ἀχλὺνἕλε, ὁρέουσι τά τε ἐν τῷ ἠέρι, καὶ γυμνῇ τῇ ψυχῇ γίγνονται μάντιες ἀτρεκέες· οἱ δὲ ἐς τοσόνδε λεπτότητος ὑγρῶν καὶ τῆς γνώμης ἀφιγμένοι οὐ μάλα τοι περιγίγνονται, ἐξηερωμ ένης ἤδη τῆς ζωτικῆς δυνάμιος.