Ancient Greek
Page 660
Arethas Philol. et Scr. Eccl., Fragmenta in epistulam ii ad Corinthios (in catenis) 660
Not analysed yet
2 Kor 2,1—2 Τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς. ἀντιπίπτον λύει διὰ τούτων· ἵνα γὰρ μήτις λέγῃ· εἰ βαρὺς εἶ καὶ φορτικὸς ἐπιδημῶν τῷ τῇ λύπῃ καταβαπτίζειν ἡμᾶς οὐδ' ὅλως παραγίνεσθαι δεῖ. φησὶν οὖν· καὶ μὴν διὰ τοῦτο παραγίνεσθαι δεῖ σημεῖον ποιούμενόν με τῆς πρὸς ἐμὲ ἀγάπης ὑμῶν τὸ τὴν ἐπιτίμησίν μου δριμέως ὑμῶν καθικνεῖσθαι. ἀναγκαίως οὖν πρὸς τοὺς ἀγαπῶντάς με φοιτητέον, ἵνα καὶ κοινωνήσω τοῦ κέρδους ὑμῖν. ἐπεὶ γὰρ ἡ λύπη ὑμῶν αὕτη χαρά μοι καὶ εὐφροσύνη ἀνυπέρθετος, ἀποδοτέον ὑμῖν ἐμαυτόν· ὡς ἂν συναγαλλομένους ὑμᾶς ἕξω τῆς ἀπὸ τῆς ὑμετέρας ἐγγινομένης μοι λύπης χαρᾶς συνθιασώτας λαμβάνων ὑμᾶς. Εἴπερ ἡ τούτων λύπη χαρᾶς αὐτῷ πρόξενος, κοινὴ δὲ ἡ τοῦ διδασκάλου χαρὰ πρὸς τοὺς μαθητάς, πῶς κεκριμένως αὐτῷ ἡ παραίτησις τῆς πρὸς αὐτοὺς ἐνδημίας; ἀλλά φαμεν ὅτι ἔτι ἀτελέστερον αὐτῶν διακειμένων συμπεριφέρεται τῇ ἀσθενείᾳ τῶν μαθητῶν, καὶ τοῖς φαινομένοις αὐτοῖς συνδιατίθησι τὸν λόγον, ἕλκων αὐτοὺς πανταχόθεν ὡς ἂν δύνηται καὶ ἐπισπώμενος πρὸς τὸ πειθήνιον ἑαυτῷ. 2 Kor 5,4 Οὐχὶ διότι δεδοίκαμεν τὸν θάνατον, ἐπέρχεται δὲ ἡμῖν. διὰ τοῦτο στενάζομεν, ἀλλὰ στενάζομεν τὴν μετὰ δόξης ἀφθαρσίαν ἐπενδύσασθαι ἐπιποθοῦντες. 2 Kor 12,4 Τὸ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι ἀκριβέστερον οἶμαι ἐπὶ τοῦ μή τινα ἀνθρώπων δύνασθαι τοιαῦτα λαλῆσαι ἐκλαβεῖν—ὡς καὶ ἐν τοῖς