Ancient Greek · ~3 min
Page 661
Arethas Philol. et Scr. Eccl., Fragmenta in epistulam ii ad Corinthios (in catenis) 661
Not analysed yet
Εὐαγγελίοις φησὶ περὶ αὐτοῦ τοῦ κυρίου, ὅτι ἦν κατ' ἐξουσίαν διδάσκων ἀλλ' οὐχ ὡς οἱ γραμματεῖς—ἢ ἐπὶ τοῦ μὴ πρὸς ἕτερον ἐκλαλῆσαι τὰ ἠκουσμένα. εἰ γὰρ τοῦτο, πῶς αὐτὸς οὗτος ὁ μηδενὶ ταῦτα ἐξειπεῖν διατεινόμενος, πολλὰ τούτων ἐν ταῖς προκειμέναις ἐπιστολαῖς παρατίθεται; τῷ γὰρ Χριστῷ μὴ κατὰ τὴν ἐν σαρκὶ ἐπιδημίαν μαθητευθεὶς πῶς φησιν· ἐγὼ παρέλαβον ἀπὸ τοῦ κυρίου, καὶ περὶ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, καὶ ἄλλα τοιαῦτα. ἀλλ' οὐκ ἂν ἄλλοτε ταῦτα ἢ τότε ἤκουσεν. πῶς οὖν ἂν οὐκ ἐξῆν αὐτῷ ἐρεῖν, εἴρηκεν; οὐ τὸ μὴ ἄλλοις οὖν μὴ ἐξεῖναι ἐρεῖν τὰ ἠκουσμένα λέγει, ἀλλὰ τοιαῦτα εἶναι ταῦτά φησιν, καὶ οὕτως τὸ μεγαλεῖον τοῦ μυσταγωγοῦντος ἐπιφαίνοντα ὡς μόνου θεοῦ μεγαλοπρεπείας αὐτὰ καὶ εἶναι καὶ οἰηθῆναι, ἀλλ' οὐκ ἀνθρωπίνης εὐτελείας καὶ ταπεινότητος.