Ancient Greek
107.8
Aristaenetus, Epistulae 107.8
Unproofread scanNot analysed yet
4. (226) Καὶ λύσεις συχναὶ οὐ πρέπουσιν ἐπιστολαῖς· ἀσαφεῖς γὰρ ἐν γραφῇ ἡ λύσις, καὶ τὸ μιμητικὸν οὐ γραφῆς οὕτως οἰκεῖον ὡς ἀγῶνος. οἷον ὡς ἐν τῷ Εὐθυδήμῳ· τίς ἦν, ὦ Σώκρατες, ὃς χθὲς ἐν Λυκείῳ διελέγους; ἢ πολύς ὁμῶς ὄχλος περιεστήκει. καὶ μικρὸν προσελθὼν ἐπιγέρει· ἀλλὰ μοι ξένος τις φαίνεται εἶναι, ὃς διελέγου. τίς ἦν; ἡ γὰρ τοιαύτη πᾶσα ἐρμηνεία καὶ μίμησις ὑποκριτῇ πρέπεται μᾶλλον, οὐ γραφομέναις ἐπιστολαῖς.