Ancient Greek
112.4
Aristaenetus, Epistulae 112.4
Unproofread scanNot analysed yet
ζ' Δερκύλος Ὀπώρα. Οὐχ ὅτι καλὴ λέγεις εἶναι οὐδ' ὅτι πολλοὺς ἐραστὰς λέγεις ἔχειν, διὰ τοῦτο ἐπαίνω σε· ἴσως μὲν γὰρ σε ἔχεινοι διὰ τὸ εἶδος θαυμάζουσιν, ἐμὲ δὲ ἀρέσχειε διὰ τὸ ὄνομα, καὶ σε οὕτως ὡς καὶ τὴν γῆν τὴν πατρῴαν ἐπαίνω, καὶ τεθαύμαχα τὸν οὕτω σε καλέσαντα τῆς ἐπινοίας, ἵνα μὴ μόνοι σε περιμαίνωνται δηλονότι οἱ ἐν τῇ πόλει, ἀλλὰ γὰρ καὶ ἀγροῖκος λεώς. τῆς Ὀπόρας οὖν καταπειράσας τί ἀδικοῦ; ἔπει τὰ τε ἄλλα καὶ ἐφολχὸν εἰς ἔρωτα τὸ ὄνομα, καὶ ταῦτα ἀνδρὶ γεωργίᾳ ζῶντι; ἀπέστειλα οὖν σοι τῆς ὁμωνύμου τῆς ἐν ἀγρῷ σύχα καὶ βότρυς καὶ τρύγα ἀπὸ ληνῶν, ἥρος δὲ ἀποπέμψω καὶ ῥόδα τὴν ἐκ τῶν λειμῶνων ὀπώραν.