Ancient Greek
113.2
Aristaenetus, Epistulae 113.2
Unproofread scanNot analysed yet
θ. Χρέμης Παρμενῶνι. Ὦφὲ ἔμαθον ὅτι μοι συνεβούλευες καλῶς παιδεύων με ἀποδιδάσκειν τὰς ἑταίρας· λαβεῖν γὰρ κεχῆναι καὶ προσποιεῖσθαι φιλεῖν καὶ ἀποκλείεσθαι συνεχῶς, καὶ τὸ πάντων μοι βαρύτατον, πρὶν ὑπερπλησθῆναι καὶ γενέσθαι διαχορεῖς οὐ βούλονται συγκαθεύδειν, ἀλλὰ ἀκχίζονται καὶ θρύπτονται, εἶτα μυστιλῶνται πάλιν, καὶ λάθρα μὲν ἀναλοῦσι πάντα καὶ καταπίνουσιν ὑπὲρ τοὺς ἐργαστήρας τοὺς ἐν ἀγρῷ, παρόντων δὲ ἡμῶν ὧραιζονται. ἐγὼ δὲ κατὰ χειρὸς ποιοῶ πάντα καὶ σπεύδω καταλαβεῖν ἐς δύο τὰ σκέλη ἅρας καὶ ὑποστρέψειν ἐπὶ τὰς αἰγας πάλιν. ἐμέλλησα δ᾽ ἂν τὴν κάκιστα ἀπολουμένην Θηβαίδα αὐλουμένην πρὸς με ἀράμενος μέσην εἴτα ρίψας εἰς τὸ κλινίδιον ἕξεσθαι τὴς σπουδῆς. ἀπέλειτο δὲ ὁ στρατιώτης ὁ διαχωλύσας με· Θρασυλέων, σίμασι, ἦν ὄνομα αὐτῷ ἢ ἄλλο τι τοιούτου συμπεπλεγμένον ὀνόρω.