Ancient Greek
127.1
Aristaenetus, Epistulae 127.1
Unproofread scanNot analysed yet
ΑΙΣΧΙΝΟΥ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ. α'. Φιλοχράτει. Λύσαντες ἐκ Μουνυχίας ἐσπέρας λαμπρῷ σφόδρα Σκιρώνι περὶ μέσην ἡμέραν κατήχθημεν εἰς Κορυσσὸν τὴν Κείων. καθίσαντες δὲ ἡμέρας ἐννέα (καὶ γὰρ ἦν ἄνεμος ἐναντίος), εἶτα ἐσπέρας λύσαντες ἅμα τῇ ἑῷ εἰς Δῆλον ἤλθομεν. (2) Δῆλιοι δὲ ἐνόσουν λοιμώδη τινὰ νόσον. τὰ μὲν πρόσωπα ἐπίμπλαντο λεύκης καὶ τὰς τρίχας λευκοὶ ἐγίγνοντο, ὁ δὲ τράγχιλος καὶ τὰ στήρνα ἀνῴδει· πυρετοὶ δ' οὐκ ἐγίγνοντο οὐδὲ ἀλγηδόνες μεγάλοι, οὐδὲ τὰ κάτω μέρη παρήλλαττεν οὐδὲν τι. ταῦτα δ' ἐπεῖθοντο κατὰ μῆνιν Ἀπόλλωνος αὐτοῖς συμβεβηχέναι, ταφέντος ἐν τῇ νήσῳ τινὸς τῶν ἐπιφανῶν, οὐ πρότερον εἰωθὸς ἐκ τούτου προσβαλεῖν αὐτοῖς· τὸν θεὸν τὴν νόσον ταύτην ὑπελάμβανον. (3) ἡμεῖς δὲ ὡσπερ εἰς τι ἔθνος ἀλλόφυλον ἢ νῆσον ἐν τῇ ἐξω θαλάσσῃ ἀφικμένοι καὶ ἰδόντες ἐξαίφνης ποικίλους ἀνθρώπους, νυκτὸς ἔτι ἀποφεύγοντες ὠχόμεθα, πυνθανόμενοι ἀλλήλων κατὰ τὸν πόρον εἰ τὸ χρῶμα ἔχει ἕκαστος ὅσον ἐκομίζεν οἴκοθεν καὶ τὰς τρίχας. ζαλὴ δὲ καὶ ἄνεμος ἐξωστὴς ἐμπεσὼν ἀπήνγεγκεν ἡμᾶς ὑπὲρ Κρήτην πλῆσιν Ψαμαθοῦντος. (4) ὡς δὲ ἐν συνόπτῳ ἦμεν ἤδη, ἀντιπνεῖ πνεῦμα Λιβυκόν. εἶτα πνεύσαντος ἡμῖν ἀπ' ἀρχοῦ πάλιν πέντε νύκτας ἐν θαλάττῃ ἐφερόμεθα, ἐν αἷς προσέσχομεν Ἀθρώνῃ, ἵνα μάζωμεν μὴ πολυπραγμονεῖν εἰ τις ἐν τῇ ἑαυτοῦ πατρίδι κατὰ τοὺς νόμους ἢ μὴ στεφανοῦται. χάλειψεν τέτταρσιν ἡμέραις ἀφικόμεθα εἰς ἐπίνειον τι τῆς Ῥοδίας, ὅπου νοσήσαι μοι συνέβη τὴν περὶ τὸ ἄσθμα νόσον. (5) ὡς δὲ ἐπιμείναντος αὐτῷ οὐκ ἐνεβόλου ἢ νόσος, διέπλευσα εἰς Ῥόδον, καὶ ἐδέξατο ἡμᾶς εὐμενῶς ὁ τόπος· εὐθὺς γὰρ ὡς ἀφικόμην, πολὺ ῥᾷων ἐγενόμην. καὶ ταύτῃ μὲν ἔχωμέν σοι τῶς ἐπιστέλλειν· τὰ δ' ἄλλα ὡς ἂν ἕκαστα συμβαίνῃ, δηλώσομεν. εὐτύχει, καὶ μὴ πολιτεύου μηδὲ πρόσχρουε μήτε τοῖς πλείον σου μήτε τοῖς ἐλαττον δυναμένοις.