Ancient Greek
128.2
Aristaenetus, Epistulae 128.2
Unproofread scanNot analysed yet
γ’. Οἱ μὲν ἄλλοι πάντες, ὅσοι φεύγουσιν ἀδίκως, ἢ δέονται τῶν πολιτῶν ὅπως ἐπανέλθωσιν, ἢ διαμαρτόντες τούτου λοιδοροῦσι τὰς ἐαυτῶν πατρίδας ὡς φαύλως αὐτοῖς προσφερομένας· ἐγὼ δὲ ἐπειπερ ἀναξίως ὧν ἐπολιτεύσαμην ἠτύχησα καὶ κατηγορῶν ἄλλων αὐτὸς ἔχλων, ἄχομαι μὲν ὅσπερ εἴκός ἐστιν, ἀγανακτῶ δὲ οὐδέν. (2) οὐ γὰρ οὕτως ἔγωγε ἡλιθίως εἰμὶ ὥστε ἐς ἥς πόλεως ὁ Θεμιστοκλῆς ὁ τὴν Ἑλλάδα ἐλευθερώσας ἐξῆλαθ, καὶ ὅπου Μιλτιάδης, ὅτι μικρὸν ὤφλε τῷ δημοσίῳ, γέρων ἐν τῷ δεσμωτηρίῳ ἀπέθανε, ταύτῃ τῇ πόλει Αἰσχίνην τὸν Ἀτρομήτου φέγοντα ἀγανακτεῖν οἴεσθαι δεῖν, εἰ τι τῶν εἰωθότων Ἀθήνησι ἐπαθον. (3) ἀλλ’ ἔγωγε καὶ λαμπρόν εἴκωτος μοι νομίζω· ἂν αὐτὸ γενέσθαι τὸ μετ’ ἐκείνων ἐν ἀδοξίᾳ παρὰ τοῖς ἐπειτα ἀνθρώποις καὶ ἄξιός τοῦ ὁμοία παθεῖν ἐκείνοις γεγονέναι.