Ancient Greek
129.3
Aristaenetus, Epistulae 129.3
Unproofread scanNot analysed yet
ε' Ὁ μὲν Ἰουλάδης, ὃ μάλιστ' ἐπεποίθεις, οὔτε ἑτε ἀφίγμεθα εἰς Ῥόδον παρὼν ἐτυχεν, ἀλλὰ περὶ Λίνδον ἤν, οὗτ’ ἐπανελθὼν εἰς Ῥόδον περιττῶς ἡμᾶνισεν ἡμᾶς, ἐξὼ δὲ τοῦ τὰ κοινὰ ταῦτα προστάζει, λέγειν εἰ τινων χρήζομεν. ὁ δὲ Κλεοκράτης οὐ μὰ τοὺς θεοὺς ἐπιστείλαι σοι δυναμὴν ἂν αὐτάρχως τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας ὅση χέγγεται περὶ ἐμέ. 2 καὶ γὰρ οἰκίαν δημοσία δοθῆναι μοι παρεσκεύασε καὶ χωρίον ἐν Καμείρῳ, καὶ αὐτὸς δὲ ἐπεμφεν ἡμῖν τὰ ἐπιτήδεια καὶ εἰς ἑαυτὸν ἄρθονα, οὐχ ἑμοὶ μόνον ἀλλὰ καὶ Τευθραντὶ καὶ Ὀπλιστίᾳ, τὰ μὲν ἀλλὰ εἰ καὶ φαυλότερα τῶν Ἀθηνησίων, ὥσπερ ἔλαιον καὶ μέλι, ἀλλ’ ὧν παρόντων οὐδὲν ἂν τῶν ἐκεῖθεν δεηθείημεν, οἴνον γε μὴν καὶ πολὺ ἀμείνω τοῦ παρ’ ἡμῖν, καὶ ἐκ στρόβιλου ἄμα καὶ ἀλεύρων καὶ ἀρωμάτων πεποιημένα ἐν τύποις τραγήματα, ὧν καὶ πέπομφά σοι. 3 ταῦτα δὴ ἡμῖν ἐπεμφε, καὶ πυρῶν μεδίμνους, ὧσις ἐγὼ μεδίμνους οὐχ ὅπως ἑαυτὸν ἀλλὰ καὶ πάντας Κοθωκίδας διαρκεῖν ἂν ἐδυνάμην· καὶ πολλὰ δὲ ἄλλα πρὸς τούτοις, ἃ γράφειν αἰσχύνομαι, ἵνα μὴ τινα δηλῶν ἐμὴν μικρολογίαν δόξω. τὸ μὲν γὰρ τὰ μικρὰ πᾶν ὑπερασπάζεσθαι μικρολογίας μὲν τινος εἶναι φημι καὶ ἀπειροκαλίας, φιλοφρονημάτων δὲ καὶ μικρῶν πᾶν ἔγωγε ἡττάσθαι ὁμολογῶ. 4 παρέχει δὲ ἡμῖν καὶ ἄλλα καλλίω, τῶν τε ἀγρίων καὶ δορχάδων τῶν πέραθεν ἀπολαύσματα. ἐπὶ δὲ καὶ αὐτὸς ἡμῖν σύνεστιν ὀσημέραι, καὶ μεταδίδωσι τῆς αὐτοῦ σοφίας, ἢ σοφωτέρα ἢ καθ’ ἡμᾶς ἐστίν. ἂ γὰρ ἐγὼ παλὼν ἐδιδάχην, ταῦτα πρὶν παθεῖν φυλάττεται, σοφία καὶ οὐχ ὥσπερ οἱ ἄρρονες πείρα διδασκόμενος· οὐ γὰρ πολιτεύεται. 5 καὶ ὅσον γ’ ἐπὶ Κλεοκράτει, οὐδεμιὰς πόλεως ἄλλης οὐδὲ ἀνθρώπων ἐπιθυμῶ, ἀλλὰ καὶ σφόδρα ἀσμενίζω τῇ συμφορῇ, καὶ ἀρχὴ δοκεῖ μοι τοῦ βίου ἢ ἀπαλλαγὴ τῆς αὐτοῦ πολιτείας. καὶ οὕτω μὲν ὑπεραγαπῶ τὰ παρόντα, καὶ ὅπερ φασὶ Σοφοκλέα ἤδη γέροντα ὑπὲρ ἄλλης ἡδονῆς εἰπεῖν, ὥσπερ κυνὸς λυττώσης ἀπηλλάχθαι ποτὲ τῆς τοῦ πολιτεύεσθαι ἡδονῆς δοκῶ, καὶ ὅταν ὁ νοῦς ἐπικρατῇ, τριευσαίμην ἔγωγε ἑαυτῷ τῆς φυγῆς ἢν φεύγω φαίνομαι· 6 ὅταν δ’ αὖ πάλιν ὑπέληθι με λογισμὸς τε καὶ μνήμη τῶν αὐτοῦ, οὐχ ἑταίρων μόνον ἀλλὰ καὶ συγγενῶν καὶ ἐκκλησίας καὶ Κολλυτροῦ, ἐν ᾧ πέντε καὶ τεσσαράκοντα ἔτη ὤκησα, καὶ τοῦ Ἀλᾶσι χωρίου καὶ τῶν ἐκεῖ μοι μετὰ σοῦ καὶ Φιλίνου διατριβῶν γενομένων, μεταρρεῖ ἅπαν τὸ αἷμα ἄλλοσε ποὶ τῶν σπλάγχνων πάλιν, καὶ μοι δήποτε καὶ λοιδορίαι, αἷς ἐλοιδορούμην ὑπὸ Δημοσθένους, ἡδισταὶ δοκοῦσι, καὶ σκώμματα, ἐφ’ οἷς οὐδεὶς ἐξὼ Κτησιφῶντος ἐγέλασε πώποτε. 7 ἀλλὰ γὰρ ἄλις μέν ἡμῖν δακρύων, σὺ δ’ εὐτυχοῖς, καὶ μὴ μόνον πολιτείαν ἅπασαν, ἀλλὰ καὶ Λεπτίνην φεύγε, ὅτι πρὸς ἡμᾶς ἔχει φιλαπεχθημόνως, καὶ ὅτι τὰλλα τοιοῦτός ἐστιν, ὅτου περιεῖναι μὲν μηδενὸς λαμπρότερον, ἡττάσθαι δὲ ἀδόξοτατον. καὶ μάλιστα μὲν παραινῶ, φεύγε τὰς μετ’ αὐτοῦ διατριβάς· εἰ δ’ αὖ συνέλθοις ἐκ τύχης καὶ καθ’ ἡμῶν λέγοι