Ancient Greek
132.4
Aristaenetus, Epistulae 132.4
Unproofread scanNot analysed yet
ι' Ὁ δὲ Κίμων οἷα κατὰ πόλιν ἐκάστην καὶ αἰγια-λὸν ἡμᾶς δέδρακεν, οὐχ ἕθους, οὐ νόμου φειδόμενος οὐδενός. κατὰ θέαν εἰς Ἴλιον ἀφικόμην τῆς τε γῆς καὶ θαλάττης. καὶ ἂ μὲν εἶδον αὐτόθι, γράφειν ἐπεὶ δοκεῖ ἀφόνων ἔχειν τὴν ὕλην, σιωπήσω· δεδοικα γὰρ μὴ ποιητικὴς λαβόμενος φλυαρίας ἀπειροκαλεύεσθαι· δόξωτὰ δὲ Κίμωνος ἔργα καὶ τὴν ἀκρασίαν οὐδ' ἂν εἴ μοι δέκα μὲν γλώσσαι δέκα δὲ στόματ' εἰεν δυναμένη ἀρ-κέσαι λέγων. (2) διατρισόντων γὰρ ἡμῶν πολλάκις ἡμέ-ρας ἐν Ἴλιῳ καὶ μὴ πληρουμένων τῆς θέας τῶν τάφων (ἦν δὲ μοι γνώμη μένειν, ἕως ἀπαντα διεξέλω τὰ ἐν τῇ Ἰλιάδι ἐπη πρὸς αὐτοὺς ἐκάστοις ὑπὲρ ὧν τὰ ἐπη ἐστὶ γεγεννημένα) ἐμπίπτει ἡμέρα, ἐν ᾗ πειρῶνται τοὺς γά-μους οἱ πλεῖστοι τῶν θυγατέρων, ὅσων ἐπιτρέπεται ἡ ὥρα ποιεῖν. ἐγένοντο δὲ συγκαὶ αἱ γαμούμεναι. (3) νενομί-σται δὲ ἐν τῇ Τρωάδι γῇ τὰς γαμουμένας παρθένους ἐπὶ τὸν Σκάμανδρον ἐρχεσθαι, καὶ λουσαμένας ἀπ' αὐ-τοῦ τὸ ἔπος τοῦτο ὡσπερ ἱερὸν τι ἐπιλέγειν «λαβέ μου Σκάμανδρε τὴν παρθενίαν. »ἐν δὴ ταῖς ἄλλαις Καλλιρρόῃ ὄνομα παρθένος μεγάλη, πατρὸς δὲ οὐ τῶν ἐπιφανῶν, ἐπὶ τὸν ποταμὸν ἦκε λουσομένη. (4) καὶ ἡμεῖς ἅμα τοῖς τε οἰκείοις τῶν γαμουμένων καὶ τοῖς ἄλλοις ὄχλοις πόρρωθεν τὴν ἑορτὴν καὶ τὰ λουτρὰ τῶν παρθένων, ἥ θέμις τοῖς ἐξωτέροις ὁρᾶν, ἐθεώμεθα. ὁ δὲ καλὸς κάγαθὸς Κίμων ἐγκρύπτεται εἰς θάμνον τοῦ Σκαμάνδρου, καὶ στέρει ἐαυτὸν δυνάμιν· ἦν δὲ αὐτῷ δηλαδὴ τὸ στρατηγῆμα τοῦτο καὶ ὁ λόγος ἐξ ἡμέρας ἐπὶ τὴν Καλλιρρόην εὐτρεπής. (5) λουομένης δὲ καὶ τὸ εἰθὸς ἔπος, ὡς μετὰ ταῦτα ἐπυθόμην, λεγούσης