Ancient Greek
143.8
Aristaenetus, Epistulae 143.8
Unproofread scanNot analysed yet
ιζ’. Εὐσάγηνος Λιμενάρχῳ. Οὐκ ἐς κόρακας φλαρήσεται ὁ σκοπωρὸς ὁ Λέσβιος; φρίκη σκιερὰν κατὰ μέρος τὴν θάλατταν ἰδὼν ἀνεβόησεν ὡς πληθους ὅλου προσιόντος θύννων ἢ πηλαμύδων, α καὶ ἡμεῖς πεισθέντες τῇ σαγήνῃ μονονουχὶ τὸν κόλπον ὅλον περιελάβομεν. εἶτα ἀνιμώμεθα, καὶ τὸ βάρος μεῖζον ἢν ἢ κατὰ φορτίον ἰχθύων. εὐέλπιδες οὖν καὶ τῶν πλησίων τινὰς ἐκαλοῦμεν μερίτας ἀπορρανεῖν ἐπαγγελόμενοι, εἰ συλλαβόντο ἡμῖν καὶ συμπονησαιαν. β τέλος μόγις ποτὲ δεῖλᾶς ὀφίας εὐμεγέθη κάμηλον ἐξεῖλκυσάμεν μυδῶσιν ἤδη καὶ σκώληξιν