Ancient Greek
154.1
Aristaenetus, Epistulae 154.1
Unproofread scanNot analysed yet
μεθα ἐξοινοι, καὶ πολλὰ κατὰ τὴν ὁδὸν κραιπαλήσσομαι ἐπεκοιμάσαμεν Δεξιμάχῳ κατὰ τὸν χρυσῶν στενωπόν, ὡς ἐπὶ τὴν ἄγῶν κατήμην, πλησίον τῆς Μενέφρονος οἰκίας. ἔφη γὰρ αὐτοῦ Θαὶς κακῶς, καὶ νὴ Δία εἰκότως· ἔαγγος γὰρ πλουσίον κεχληρονόμηκε πατέρα τὸ μειράκιον. (8) νῦν μὲν οὖν συγγνώμην ἔχομέν σοι τῆς ὑπεροψίας, τοὺς Ἀδωνίους δὲ ἐν Κολλυτῷ ἐστωμέθα παρὰ τῷ Θεττάλῃ ἐραστῇ· τὸν γὰρ τῆς Ἀφροδίτης ἐρώμενον ἡ Θεττάλη στέλλει. ὅπως δ' ἡξεις φέρουσα κηπίον καὶ κοραδλίον καὶ τὸν σὸν Ἀδωνιν ὃν νῦν περιψύχεις· μετὰ γὰρ τῶν ἐραστῶν κραιπαλήσομεν. ἔρρωσο.