Ancient Greek
158.1
Aristaenetus, Epistulae 158.1
Unproofread scanNot analysed yet
βούλομαι διαδήμασιν, δρώσης καὶ καθημένης ἐν τῷ θεάτρῳ Γλυκέρας. (11) πῶ γὰρ ἐν Αἰγύπτῳ ὁψομαι ἐκκλησίαν καὶ ψήφον ἀναδιδομένην; πῶ δὲ δημοκρατικῶν ὄχλον οὕτως ἐλευθεριάζοντα; πῶ δὲ θεσμοθέτας ἐν τοῖς ἱεροῖς κόμῳσι κεκισσαμένους; ποίων περιχογόνισμα, ποίαν αἵρεσιν, ποίους γύτρους; Κεραμεικόν, ἀγοράν, δικαστήρια, τὴν καλὴν ἀκρόπολιν, τὰς σεμνὰς θεάς, τὰ μυστήρια, τὴν γειτνιώσαν Σαλαμίνα, τὰ στενά, τὴν Ὑπτάλειαν, τὸν Μαραθῶνα, ὅλην ἐν ταῖς Ἀθήναις τὴν Ἑλλάδα, ὅλην τὴν Ἰωνίαν, τὰς Κυκλάδας πάσας; (12) ἀφεῖς ταῦτα καὶ Γλυκέραν μετ’ αὐτῶν εἰς Αἴγυπτον διέθω χρυσὸν λαβεῖν καὶ ἀργύρον καὶ πλοῦτον; ὅφ μετὰ τίνος χρήσομαι; μετὰ Γλυκέρας τοσούτων διατεθαλασσευμένης; (13) οὐ πενίᾳ δὲ μοι ἔσται χωρὶς αὐτῆς ταῦτα; ἐὰν δὲ ἀκούσω τοὺς σεμνοὺς ἔρωτας εἰς ἄλλον αὐτὴν μεταθεθεῖκέναι, οὐ σποδός μοι πάντες οἱ θησαυροὶ γενήσονται; καὶ ἀποθνῄσκων τὰς μὲν λύπας ἐμαυτῷ συναποισῶ, τὰ δὲ χρήματα τοῖς ἰσχύουσιν ἀδίκως ἐν μέσῳ κείσεται. ἡ μέγα τὸ συμβιῶν Πτολεμαίῳ καὶ σατράπαις καὶ τοιούτοις ψόφοις, ὧν οὔτε τὸ φιλικὸν βέβαιον οὔτε τὸ διεχθρεῦον ἀκίνδυνον; (14) ἐὰν δὲ ὀργισθῇ τί μοι Γλυκέρα, ἀπας αὐτὴν ἀρπάσας κατεφίλησα· ἄν ἐτι ὀργίζηται, μᾶλλον αὐτὴν ἐδισσάμην· κἂν βαρυθῶμεν ἐγώ, δεδάχρυκα. καὶ πρὸς ταῦτ’ οὐκέθ’ ὑπομείνασα τὰς ἐμὰς λύπας κηλεῖται λοιπὸν, οὔτε στρατιώτας ἔχουσα οὔτε δορυφόρους οὔτε τύλακας· ἐγὼ γὰρ αὐτῇ εἰμὶ πάντα. (15) ἡ μέγα καὶ θαυμαστὸν ἰδεῖν τὸν καλὸν Νεῖλον. οὐ μέγα δὲ καὶ τὸν Εὐφράτην ἰδεῖν; οὐ μέγα δὲ καὶ τὸν Ἰστρον; οὐ τῶν μεγάλων καὶ ὁ Θερμώδων, ὁ Τίγρις, ὁ Ἄλυς, ὁ Ῥῦνος; εἰ μέλλω πάντας τοὺς ποταμοὺς ὁρᾶν, καταβαπτισθήσεται μοι τὸ ζῆν μὴ βλέποντι Γλυκέραν. (16) οὐ δὲ Νεῖλος οὕτως καλὴπερ ὧν καλός, ἀλλ’ ἀποτεθηρῶται, καὶ οὐκ ἔστιν οὐδὲ προσελθεῖν αὐτῷ ταῖς δίναις ἐλλογισμένου τοσούτοις κακοῖς. ἐμοὶ γένοιτο, βασιλεῦ Πτολεμαῖε, γώματος καὶ τάφου πατρώου τυχεῖν. ἐμοὶ γένοιτο τὸν Ἀττικὸν ἀεὶ στέρεσθαι χισῶν καὶ τὸν ἐπ’ ἐσχάρας ὀμνῆσαι κατ’ ἔτος Διόνυσον, τὰς μυστηριωτίδας ἄγειν τελετάς, δραματοουργεῖν τι καινὸν ταῖς ἐτησίαις θυμέλαις δράμα, γελῶντα καὶ γαίροντα καὶ ἀγωνιῶντα καὶ φοβούμενον καὶ νικῶντα. (17) Φιλήμων δὲ εὐτυχεῖτω καὶ τάμ’ ἀγάθ’ ἀνὰ γενόμενος ἐν Αἰγύπτῳ. οὐκ ἔχει Φιλήμων Γλυκέραν τινά, οὐδὲ ἀξίος ἦν ἴσως τοιούτου ἀγαθοῦ. σὺ δὲ ἐκ τῶν ἀλῶν δέομαι, Γλυκέριον, εὐθὺς πετομένη πρὸς ἡμᾶς ἐπὶ τῆς ἀτράβης φέρου. μακροτέραν ἑορτὴν οὐδέποτε ἐγνων οὐδὲ ἀκαιροτέραν. Δήμητερ, ἵλεως γενοῦ.