Ancient Greek
159.2
Aristaenetus, Epistulae 159.2
Unproofread scanNot analysed yet
καὶ τὰς παρούσας οὐκ ἐλάνθανον. ἢν δὲ ἡ μήτηρ τε μου καὶ ἡ ἑτέρα ἀδελφὴ Εὐφρόνιον καὶ τῶν φίλων ἢν οἶδα· καὶ γὰρ παρὰ σοὶ δεδείπνησε πολλάκις, καὶ ἐπῆγεν αὐτῆς τὸν ἐπιχώριον ἀττικισμὸν, ἀλλ’ ὡς φοβούμενος αὐτὴν ἐπαίνειν, ὅτε καὶ μειδιάσασα θερμότερὸν σε κατεξίληψα. οὐ μένγης καὶ Μένανδρε; (2) θεασάμεναι δὲ με παρὰ τὸ εἰωθὸς καὶ τῷ προσώπῳ καὶ τοῖς ὀφθαλμοῖς χαίρουσαν, «ὦ Γλυκέριον »ἤρουντο «τί σοι τῆλικοῦτον γέγονεν ἀγαθόν, ὅτι καὶ ψυχῇ καὶ σώματι ἄλλοιότερα νῦν ἡμῖν πέφηνας καὶ γεγάνωσαι καὶ διαλάμπεις ἐπιχάρτον καὶ εὐχάριον; »«χαίρω «Μένανδρον »ἔφην «τὸν ἐμὸν δ Αἰγύπτιον βασιλέα· Πτολεμαῖος ἐπὶ τῷ ἡμίσει τῆς βασιλείας μεταπέμπεται »μειζονὶ τῇ φωνῇ φθεγξαμένη καὶ σφοδρότερᾳ, ὅπως πᾶσαι ἀκούσωσιν αἱ παρούσαι. καὶ ταῦτα ἐλεγον ἐγὼ διατινάσσουσα καὶ σοβοῦσα ταῖς χερσὶν ἐμαυτῆς τὴν ἐπιστολὴν σὺν τῇ βασιλικῇ σφραγίδι. «χαίρεις οὖν ἀπολειπομένη; »ἔφασαν· τὸ δὲ οὐκ ἦν, Μένανδρε. (3) ἀλλὰ τοῦτο μὲν οὐδενὶ τρόπῳ μὰ τὰς θεάς, οὐδ’ εἰ βοὺς μοι τὸ δὴ λεγόμενον φθέγξαιτο, πεισθείην ἂν ὅτι βουλήσεται μὲ πότε ἡ δυνήσεται Μένανδρος ἀπολιπὼν σε Ἀθῆναις Γλυκέραν τὴν ἑαυτοῦ μόνον ἐν Αἰγύπτῳ βασιλεύειν μετὰ πάντων τῶν ἀγαθῶν. (4) ἀλλὰ καὶ τοῦτό γε ὅτλως ἐκ τῶν ἐπιστολῶν ὧν ἀνέγνων ἢν ὁ βασιλεύς, ταμὰ πεπιστευμένος ὡς εἴωθε περὶ σοῦ, καὶ ἀτρέμα δι’ ὑπονοίαν Αἰγυπτίους θελῶν ἀττικισμοῖς σε διατοθᾶσθαι. χαίρῳ διὰ τοῦτο, ὅτι πεπλεύκασι καὶ εἰς Αἴγυπτον πρὸς αὐτὸν οἱ ἡμέτεροι ἔρωτες· καὶ πείθεται πάντως ἐξ ὧν ἤκουσεν ἀδύνατα σπουδάζειν ἐπιθυμῶν Ἀθῆνας πρὸς αὐτὸν διαβῆναι. (5) τί γὰρ Ἀθῆναι χωρὶς Μενάνδρου; τί δὲ Μένανδρος χωρὶς Γλυκέρας; ἥτις αὐτῷ καὶ τὰ προσώπεια διασκευάζω καὶ τὰς ἐσθῆτας ἐνδύω, κἂν τοῖς παρασκενίαις ἐστηχα τοὺς δακτύλους ἐμαυτῆς πιέζουσα, καὶ τρέμουσα ὡς ἂν κροταλίση τὸ θέατρον· τότε νὴ τὴν Ἄρτεμιν ἀναλῦχω καὶ περιβάλλουσα σε τὴν ἱερὰν ἐκείνην κεφαλὴν ἐναγκαλίζομαι. (6) ἀλλ’ ὁ γε ταῖς φίλαις τότε χαίρειν ἔφην, τοῦτ’ ἦν, Μένανδρε, ὅτι οὐκ ἄρα Γλυκέρα μόνον ἀλλὰ καὶ βασιλεῖς ὑπερθάλασσοι ἐρωσὶ σου, καὶ διαπόντιοι ψήμαι τὰς σὰς ἀρετὰς κατηγγύλακσι. καὶ Αἴγυπτος καὶ Νεῖλος καὶ Πρωτέως ἀκρωτήρια καὶ αἱ Φάραι σκοπιαί πάντα μετέωρα νῦν ἐστί, βουλομένα ἰδεῖν Μένανδρον καὶ ἀκούσαι φιλαργύρων καὶ ἐρώντων καὶ δεισιδαίμονόν καὶ ἀπίστων καὶ πατέρων καὶ υἱῶν καὶ θεοπρότων καὶ παντὸς σκηνουδατουμένου· ὧν ἀκούσονταί μὲν, οὐκ ὄψονται δὲ Μένανδρον, εἰ μὴ ἐν ἄστει παρὰ Γλυκέρᾳ γένοιτο καὶ τὴν ἐμὴν εὐδαιμονίαν ἴδοιεν, τὸν πᾶν Μένανδρον καὶ νῦντω καὶ μεθ’ ἡμέραν ἐμοὶ περιεῖμενον. (7) οὐ μὴν ἀλλ’ εἶγε ἄρα πόθος αἴρει σέ τις καὶ τῶν ἔχει ἀγαθῶν καὶ εἰ μηδενὸς ἄλλου, τῆς γε Αἰγύπτου, χρήματος μεγάλου, καὶ τῶν αὐτοῦ πυραμίδων καὶ τῶν ἡγούντων ἀγαλμάτων καὶ τοῦ περιβοήτου λαβυρίνθου καὶ τῶν ἄλλων ὅσα ἀπὸ χρόνου ἡ τέχνης παρ’ αὐτοῖς