Ancient Greek
164.3
Aristaenetus, Epistulae 164.3
Unproofread scanNot analysed yet
Ἰατταταιάζ, τίς ἦν ἡ γὼς ἡμέρα; ἢ τίς δαίμων ἢ θεὸς ἀπὸ μηχανῆς ἐρρύσατό μ’ ἐν ἀκαρεὶ μέλλοντα παρὰ τοὺς πλείονας ἔναι; (2) εἰ μὴ γὰρ ἀναξεύξαντά με τοῦ συμποσίου κατὰ τινα ἀγαθὴν τύχην Ἀκεσίλαος ὁ ἰατρὸς ἠμύνθη, μᾶλλον δὲ αὐτόνεκρον θεασάμενος τοῖς μαθηταῖς ἐπιτάττων φορᾶδην ἀνελεῖν ἤγαγεν ὡς ἑαυτὸν οἴκαδε καὶ ἀπερῶν ἐπηνάγκασεν, ἔπειτα φλέβας διατεμὼν ῥύηναι τὸ πολὺ τοῦ αἵματος ἐποίησεν, οὐδὲν ἂν ἐκωλύσεν ἀνεπαίσθητόν με τῷ θανάτῳ διαφθαρέντα ἀπολλύσθαι. (3) οἷα γὰρ οἱ λακκόπλουτοι εἰργάσαντό με ἄλλος ἄλλοθεν περιττὰ πίνειν καὶ πλεῖω ἢ κατὰ τὸ κύτος τῆς γαστρὸς ἐσθίειν ἀναγκάζοντες. (4) δ μὲν γὰρ ἀλλάντα ἐνέσπασεν, ὁ δὲ κόποιον εὐμέγεθες παρεώθει τοῖς γνάθοις, ὁ δὲ κράμπα, οὐχ οἶνον, ἀλλὰ νάπυ καὶ γάρον καὶ ὄξος κερασάμενος, καθάπερ εἰς πίθον ἐνέχει. (5) αὐτίκα λέβητας πιθάκια ἀμιδὰς ἐμῶν ἀπεπλήρωσα, ὥστε αὐτὸν τὸν Ἀκεσίλαον θαυμάζειν πῶς καὶ τίνα τρόπον ἐχώρησα τοσοῦτον βρωμάτων φρουπτόν. ἀλλ’ ἐπειδὴ θεοὶ σωτῆρες καὶ ἀλεξίκακοι προύπτου με κινδύνου ἐξείλοντο, ἐπ’ ἔργασίαν τρέψομαι καὶ εἰς Πειραιᾶ βαδιούμεν τὰ ἐκ τῶν νεῶν φορτία ἐπὶ τὰς ἀποθήκας μισθῷ μεταθήσω. (6) ἀμείνον γὰρ ἐπὶ θύμοις καὶ ἀλφίτοις διαθόσκειν τὴν γαστέρα, ὁμολογουμένως ἔχουσα τὴν τοῦ ζῆν ἀσφάλειαν, ἢ περμάτων ἀπολαύοντα καὶ φασιανῶν ὀρνίθων τὸν ἀδηλον ἡσήμερον θάνατον ἀπεκδέχεσθαι.