Ancient Greek
167.2
Aristaenetus, Epistulae 167.2
Unproofread scanNot analysed yet
Εἰ γεωργεῖν ἐβούλου καὶ νοῦν ἔχειν, ὦ Θρασονίδῃ, καὶ τῷ πατρὶ πειθεσθαι, ἔφερες ἂν τοῖς θεοῖς κιττὸν καὶ δάφνας καὶ μυρρίνας καὶ ἄνθη ὅσα σύγκατρα, καὶ ἡμῖν τοῖς γονεύσι πυροὺς ἐξεθερίσας καὶ οἶνον ἐκ βοτρύων ἀπέθλιψας καὶ βόδας τὰ αἰγίδια τῶν γαυλῶν ἐπλήρωσας γάλακτος· (2) νῦν δὲ ἄγρους καὶ γεωργίαν ἀπαναίνῃ, κράνους δὲ ἐπαινεῖς τριλορίαν καὶ ἀσπίδος ἔρῃς, ὥσπερ τις Ἀκαρνᾶν ἢ Μαλιεὺς μισθοφόρος. (3) μὴ σύγε, ὦ παιδίον, ἀλλ’ ἐπανιθι ὡς ἡμᾶς καὶ τὸν ἐν ἡσυχίᾳ βίον ἀπαξίου (καὶ γὰρ ἀσφαλὴς καὶ ἀκίνδυνος ἡ γεωργία, οὐ λόχους οὐκ ἐνέδρας οὐ φάλαγγας ἔχουσα), ἡμῖν τε γηροκόμος γενού, ἀντὶ τῆς ἐν ἀμπιδόλῳ ζωῆς τὴν δυσλογουμένην ἐλόμενος σωτηρίαν.