Ancient Greek
167.5
Aristaenetus, Epistulae 167.5
Unproofread scanNot analysed yet
18. Εὐστάχης Πιθαχνίωνι. Τοῦ μὲ παιδίου γενέσια ἑορτάσων ἥκειν σε ἐπὶ τὴν πανδαισίαν, ὦ Πιθαχνίων, παρακαλῶ, ἥκειν δὲ οὐ μόνον ἀλλ’ ἐπαγόμενον τὴν γυναῖκα καὶ τὰ παιδία καὶ τὸν σύρραστον· (2) εἰ βούλοιο δέ, καὶ τὴν κύνα, ἀγαθὴν οὖσαν φύλακα καὶ τῷ βάρει τῆς ὀλακῆς ἀποσο-θοῦσαν τοὺς ἐπιβουλεύοντας τοῖς ποιμνίοις. ἢ δὲ τοιαύτη οὐκ ἂν ἀτιμάζοιτο δατυμῶν εἶναι σὺν ἡμῖν. (3) ἑορτάσομεν δὲ μᾶλ’ ἡδέως, καὶ πιόμεθα εἰς μέθην καὶ μετὰ τὸν χόρον ἀσόμεθα, καὶ ὅστις ἐπιτήδειος κορδακίζειν, εἰς μέσους παρελθὼν τὸ κοινὸν ψυχαγωγήσει. μὴ μέλλε οὖν, ὦ φίλτατε. χαλὸν γὰρ ἐν ταῖς κατ’ εὐχὴν ἑορταῖς ἐξ ἑωθινῶ συντάττειν τὰ συμπόσια.