Ancient Greek
168.4
Aristaenetus, Epistulae 168.4
Unproofread scanNot analysed yet
κα'. Εὐνάπη Γλαύκη. Ὁ μὲν ἀνὴρ ἀπόδημός ἐστί μοι τρίτην ταύτην ἡμέραν ἐν ἀστεί, ὁ δὲ θητεύων παρ' ἡμῖν Παρμένων ζημία καθαρὰ, βάρβυμος ἄνθρωπος καὶ τὰ πολλὰ καταπίπτων εἰς ὕπνον. (2) ὁ δὲ λύκος ἀργαλέος παροικος καὶ βλέπων φονώδης καὶ αἱμοδόρον. Χιόνην γὰρ τὴν καλλιστεύουσαν τῶν αἰγῶν ἐκ τοῦ φελλέως ἀρπάσας οἴγεται. καὶ ὁ μὲν δεῖπνὲ ἀγαθὴν αἴγα καὶ εὐγάλακτον, ἐγὼ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἀπολείδω. (3) πέπτυσται δὲ τούτων οὐδὲν ὁ ἀνήρ· εἰ δὲ μάθῃ, χρημάσεται μὲν ἐκ τῆς πλῆσης πίτυος ὁ μεισθωτός, αὐτὸς δὲ οὐ πρότερον ἀνήσει πάντα μηχανώμενος πρὶν παρὰ τοῦ λύκου δίχας εἰσπράξασθαι.