Ancient Greek
171.9
Aristaenetus, Epistulae 171.9
Unproofread scanNot analysed yet
ουκ εφθην παρανοιξας το θυριον και ορω συν τω Ἰδ'. Γνάθων Καλλικομίδῃ. Τίμωνα οἶσθα, ὦ Καλλικομίδῃ, τὸν Ἐχεκρατίδου τὸν Κολλυτέα, δὲ ἐκ πλουσίου, σπαθίσας τὴν οὐσίαν εἰς ἡμᾶς τοὺς παρασίτους καὶ τὰς ἐταίρας, εἰς ἀπορίαν συνῆλθον, εἰτ' ἐκ φιλανθρώπου μισάνθρωπος ἐγένετο καὶ τὴν Ἀττιμαντοῦ ἐμιμήσατο στύγα. (2) καταλαδὼν γὰρ τὴν ἐσχάτην ταῖς βίαις τοὺς παριόντας βάλλει, προμηθούμενος μηδὲν αὐτῷ καθάπαξ ἀνθρώπων ἐντυχάνειν. οὕτως τὴν κοινὴν φύσιν ἀπέστραπται. (3) οἱ λοιποὶ δὲ τῶν Ἀθηναίων νεοπλούτων Φειδῶνός τε εἰσι καὶ Γνίφωνος μικροπρεπέστεροι. ὥρα μοι μετανίστασθαι καὶ πονοῦντι ζῆν. δέξου δή οὖν με μισθωτὸν κατ' ἀγρόν, πάντα ἀνεξόμενον ὑπὲρ τοῦ τὴν ἀπλήρωτον ἐμπλήσαι γαστέρα.