Ancient Greek
173.4
Aristaenetus, Epistulae 173.4
Unproofread scanNot analysed yet
λθ'. Εὐδίκος Ἐπιφανίῳ. Πρὸς θεῶν καὶ δαιμόνων, ὦ μήτερ, πρὸς ὀλίγον κα-ταλιποῦσα τοὺς σκοπέλους καὶ τὴν ἀγροικίαν θέασαιπρὸ τῆς τελευταίας ἡμέρας τὰ κατ' ἄστου καλά. οἷαγὰρ οἷά σε λανθάνει, Ἅλοια καὶ Ἀπατουρία καὶ Διονύσιακαὶ ἡ νῦν ἐστώσα σεμνοτάτη τῶν Θεσμοφορίων ἑορτή. ἡ μὲν γὰρ ἄνοδος κατὰ τὴν πρώτην γέγονεν ἡμέ-ραν, ἡ νηστεία δὲ τὸ τήμερον εἶναι ἑορτάζεται, τὰκαλλιγένεια δὲ εἰς τὴν ἐπιούσαν ὕψουσιν. εἰ οὖνἐπειγέσθης ἐβουθ πρὸ τοῦ τὸν ἑωσφόρον ἐξελθεῖν, συν-θῦσεις ταῖς Ἀθηναίων γυναιξὶν αὔριον. (1) ἦκε οὖν,μὴ μέλλε, ναὶ πρὸς ἐμᾶς καὶ τῶν αὐταδέλφων τῶνἐμῶν σωτηρίας. τὸ γὰρ ἄγευστον πόλεως καταλῦσαιτὸν βίον ἀποτρόπαιον, ὡς ἄν θηριώδες καὶ ὕστερον. ἀνέχω δέ, ὦ μήτερ, τῆς ἐπὶ τῷ συμφέροντι παρρη-σίας· καλὸν ἅπασιν ἀνθρώποις ἀνυποστάτως ὁμιλεῖν,οὐχ ἧκιστα δὲ ἀναγκαίων τὸ πρὸς τοὺς οἰκείους ἀληθι-ζεσθαι.