Ancient Greek
177.2
Aristaenetus, Epistulae 177.2
Unproofread scanNot analysed yet
Κακὸς κακῶς ἀπόλοιτο καὶ ἀφῶνος εἴη Λικύμνιος ὁ τῆς τραγωδίας ὑποκριτής. ὡς γὰρ ἐνίκα τοὺς ἀντιτέχοντας Κριτίαν τὸν Κλεωναιὸν καὶ Ἵππασον τὸν Ἀμβρακιώτην τοὺς Αἰσχύλου Προπομποὺς τῇ τινὶ καὶ γεγονότερω φωνῆματι χρησάμενος, γαῦρος ἦν καὶ κιστοστεφὴς ἤγε συμπόσιον. 2 ἔνθα παραληφθεὶς φεῦ τῶν κακῶν οἶα ὑπέμεινα, τοῦτο μὲν πιττυόμενος τὴν κεφαλὴν καὶ γάρω τοὺς ὀφθαλμοὺς βαίνόμενος, τοῦτο δὲ ἀντὶ πλακοῦντος, τῶν ἄλλων ἄμυτας ἐσθιόντων καὶ σφασαμύντας, αὐτὸς μέλιτι δεδεμένους λήθους ἀποτρώγων. 3 ἢ πασῶν δὲ ἰταιωτάτη, τὸ ἐκ Κεραμεικοῦ πορνίδιον, ἢ μέτοιχος, ἢ Φενεάτις Ὑακινθίς, κύστιν αἵματος πληρούσασα καταφέρει μου τῆς κεφαλῆς, καὶ ὁμοῦ τῷ κτύπῳ ἐλελοῦμην τῷ αἵματι. 4 καὶ τῶν μὲν εὐδοχομένων πολλὰ καὶ καπυρὸς ἐξεχύθη γέλως, ἐγὼ δὲ ὡν ἐπαθον μισθὸν οὐκ ἀπηνεχάμην ἀξίων, ἀλλὰ μοι γέγονε τῶν ὑβρεῶν ἀμοιβὴ τὸ μέτρον τῆς γαστροῦς, πέρα δὲ οὐδέν. 5 μήτε οὖν ἐς νέωτα εἴη μήτε μὴν νικήσῃ ὁ θεοῖς ἐχθρὸς Λικύμνιος, ὃν ἐγὼ τῆς ἀχαρίτου φωνῆς ἐνεκεν ὀρθοκόρυζον καλεῖσθαι πρὸς ἡμῶν καὶ τοῦ χοροῦ τῶν Διονυσοκολάκων ἐκρινά.