Ancient Greek
178.3
Aristaenetus, Epistulae 178.3
Unproofread scanNot analysed yet
va. Λαιμοκύκλῳ Κρεολώβῃ. Ἰδοὺ μετὰ τὸν Εὐρώταν καὶ τὸ Λερναῖον ὕδωρ καὶ τὰ Πειρήνης νάματα ἔρωτι Καλλιρρόης ἐκ Κορίνθου πάλιν Ἀθῆνας κατεπεύγομαι. οὐ γὰρ μέ τι τῶν τρυ-φημάτων τῶν ἐν τούτοις ἤρεσεν, ἀλλ’ ἕτοιμος ἐγ-τεύδεν ἀποσβεῖν καὶ σπεύδειν ὡς ὑμᾶς. (2) ἀχά-ριστοι γὰρ ὤφθησαν οὗτοι καὶ ἥκιστα συμποτικοί, καὶ πλείους παρ’ αὐτοῖς αἱ παροινίαι τῶν ἀπολαύσεων. ὡστ’ ἄμεινον ἔμοι ὀλύνθους ἢ παλάθας μασάσθαι τῶν Ἀττικῶν ἢ τοῦ παρὰ τούτοις χρυσίῳ ἀποδρέπεσθαι. (3) οἷα γὰρ καινουργεῖν ἐπιχειροῦσιν ἀναχάζοντες ἀσχωλιάζοντας πίνειν, διάπυρόν τε τὸν οἶνον καὶ θερ-μὸν ἄνευ τοῦ πρὸς ὕδωρ χρώματος καταχέοντες, εἶτα κῶλά τε καὶ ἀστραγάλους καθάπερ τοῖς κυσὶ παραρ-ριπτοῦντες καὶ νάρθηκας περιρρηγνύντες καὶ σκύ-τεις καὶ τοῖς ἄλλοις ἱμάσιν ἀντὶ παιδιᾶς πλήττοντες. (4) ἐμοὶ γένοιτο, πρῶμαγος Ἀθηνᾶ καὶ πολιοῦχε, Ἀθή-νησι καὶ ζῆσαι καὶ τὸν βίον ἀπολιπεῖν. ἄμεινον γὰρ πρὸ τῆς Διομηδοῦς πύλης ἢ πρὸ τῶν Ἱππάδων ἐκτάδην κεῖσθαι νεκρὸν τύμβου περιχυθέντος ἢ τῆς Πελοπον-νησίων εὐδαιμονίας ἀντέχεσθαι.