Ancient Greek
181.4
Aristaenetus, Epistulae 181.4
Unproofread scanNot analysed yet
νζʹ. Οἰνόλαος Ποτηριοφύλαρχῳ. Οὐκ εἰς δέον οἰνομένως ἐκωψάμην τοῦ νεανίσκου τὸν τρώφα Ζώπυρον. ἐξ ἐκείνου γὰρ ἴσως διαβολὴ τυπεῖς τὰ ὥτα κατέστη μικροπρεπέστερος περὶ τὰς δόσεις καὶ φειδωλῶν μέτρῳ χέγρηται. εἰωθὼς γὰρ ἐν ταῖς ἑορταστικαῖς τῶν ἡμερῶν ἢ γιτῶνιον ἢ τριβώνιον ἢ ἀρεστίδα πέμπειν, ἔναγχος Κρονίων ἐνστάντων Ἰφικρατίδας μοι νεουργεῖς ἐπέμψε τῷ Δρόμωνι δοὺς κομίζειν. (α) ὁ δὲ ἐπὶ τοῦτο ἐβρενθῆστο καὶ μισθοῦς τῆς διακονίας ἀπῆτει. ἐγὼ δὲ δάκνωμαι καὶ τὴν προπετὴ γλῶτταν διαμασώμαι καὶ ὀδὲ τῆς ἀμαρτίας αἰσθάνομαι. ὅταν γὰρ τὸ βεῦμα τῶν λόγων μὴ καθηγουμένης τῆς διανοίας φέρηται, ἀνάγκη τὴν γλῶτταν τινικαῦτα προσχρούειν καὶ σφάλλεσθαι. ἔρρωσο. 3