Ancient Greek
182.4
Aristaenetus, Epistulae 182.4
Unproofread scanNot analysed yet
ξ’. Χασκοβούχης Ὑπνοτραπέζω. Οὐκέτι εἰσῆλθον εἰς τὴν Κόρινθον· ἔγνων γὰρ ἐν βραχεῖ τὴν βδελυρίαν τῶν ἐκεῖσε πλουσίων καὶ τὴν τῶν πενήτων ἀθλιότητα. ὡς γὰρ ἐλοῦσαντο οἱ πολλοὶ καὶ μεσοῦσα ἦν ἡμέρα, στωμύλους ἐθεασάμην καὶ εὐφυεῖς νεανίσκους οὐ περὶ τὰς οἰκίας ἀλλὰ περὶ τὸ Κράνειον εἰλυμένους καὶ οὐ μάλιστα ταῖς ἀρτοπώλῃσι καὶ ὀπωροκαπηλίοις ἕθος ἀναστρέφειν. (2) ἐνταυθὶ γὰρ εἰς τοὺς ὄρους ἐπικύπτοντες ὁ μὲν φλοιούς θέρμων ἀνηρεῖτο, ὁ δὲ τὰ ἔλυτρα τῶν καρπῶν ἐπολυπραγμόνει μὴ πού τι τῶν ἐδωδήμων ἐνυπομεῖναν διέλαθεν, ὁ δὲ τῶν βοιῶν τὰ περιχάρπια, ἃ σῖδια ἡμῖν τοῖς Ἀττικοῖς προσαγορεύειν ἕθος, ἀπέλυφε τοὺς δυνὲιν εἰ πού τινος τῶν κόκκων ἐπιδράζασθαι δυνήθειν, οἱ δὲ καὶ τὰ ἐκ τῶν ἀστῶν ἀποπίπτοντα πρὸς πολλῶν ἤδη πεπατημένα ἀναλέγοντες ἔκαπτον. (3) τοιαῦτα τὰ τῆς Πελοποννήσου προπύλαια καὶ ἡ δυὸν θαλάσσαις ἐν μέσῳ κειμένη πόλις, χαρίεσσα μὲν ἰδεῖν καὶ ἀμφιλαφῶς ἔχουσα τρωφημάτων, τοὺς οἰκήτορας δὲ ἀχαρίτους καὶ ἀνεπαφρόδitouς κεκτημένη. καίτοι γέ φασὶ τὴν Ἀφροδίτην