Ancient Greek
183.2
Aristaenetus, Epistulae 183.2
Unproofread scanNot analysed yet
ἐα'. Ὑδνοσφράντης Μεριδᾶς. Ἡράκλεις, ὅσα ὑπέστην πράγματα ρύμματι καὶ νίτρῳ Χαλαστραίῳ χθόνιῳ ζομοῦ τοῦμοι περιχυθέντος τὴν γλισχρότητα ἀποκαθαίρων. καὶ οὐχ οὕτω με ἔδακεν ἡ ὕβρις ὅσον τὸ δι' ἄφρον τοῦ ὑβρίζοντος. (2) ἐγὼ μὲν γὰρ Ἀνθεμιώνος υἱὸς τοῦ πλουσιωτάτου τῶν Ἀθηνησὶ καὶ Ἀξιοθέας τῆς κατὰ γένος ἐκ Μεγακλέους ὡρμημένης, ὁ δὲ ταῦθ' ἡμᾶς ἐργαζόμενος πατρὸς μὲν ἀσήμου μητρὸς δὲ βαρβάρου, Σκυθίδος οἴμαι ἢ Κολχίδος ἐν νεομηνίᾳ ἐωνημένης· οὕτω γὰρ μοι τῶν γνωρίμων τινὲς διηγήσαντο. (3) ἀλλ' ἐγὼ μὲν ἐν ταπεινῷ τῷ σχήματι, τὴν πατρῴαν ἀποβαλὼν οὐσίαν, ἀγαπῶ τὴν ἀναγκαίαν ἐκπορίων τῇ γαστρὶ τροφήν, Δωσιδὴς δ', ὦ θεοί, τὴν πῦκνα καταλαμβάνει δήμηγορῶν κἂν τοῖς ἐν Ἑλαίᾳ καταριθμεῖται δικάζουσι καὶ τὰς ἡνίας ἔχει τοῦ δήμου, παρ' ᾧ Μιλτιάδης ἐδέδετο δὲ τὸ ἐν Μαραθῶνι τρόπαιον ἐγείρας, καὶ Ἀριστείδης ὁ δίκαιος ἐξωστρακίζετο. (4) λυπεῖ δέ με οὐχ ἡκιστα πρὸς τοῖς ἄλλοις καὶ ἡ τῆς προσηγορίας ἀποβολή. οἱ μὲν γὰρ πατέρες Πολυβίον με ἐθεντο καλεῖσθαι, ἡ τύχη δὲ ἀμεῖψασα τὸν ὄνομα Ὑδνοσφράντην πρὸς τῶν ὁμοτέχνων ἠνάγκασε προσαγορεύεσθαι.