Ancient Greek
184.2
Aristaenetus, Epistulae 184.2
Unproofread scanNot analysed yet
57 Φιλομάγειρος Πινακοσπογγίσῳ. Οἷα βουλεύονται καὶ διανοοῦνται αἱ θεοὶς ἐχθραὶ λαιστρυγόνες αὐταὶ τῇ κεκτημένῃ συμπράττουσαι καὶ οἷδε τούτων οὐδὲν ὁ Φαιδρίας. μηνὶ πέμπτῳ μετὰ τοὺς γάμους τέτοκεν αὐτῷ τὸ γύναιον παιδὸν ἄρρεν· τοῦτο μετὰ τῶν σπαργάνων δέραιά τινα καὶ γνωρίσματα περιθεῖσαι ἔδωκαν Ἀσφαλιῶνι τῷ συργάστρῳ κομίζειν ἐπὶ τὰς ἀκρωρείας τῆς Πάρνηθος. (2) ἡμεῖς δὲ τέως μὲν ἀνάγκῃ κρύπτειν τὸ κακὸν καὶ πρὸς τὸ παρὸν σιγᾶν · ἐπειδὰν δὲ τὶ κἂν βραχὺ λυπηθῶσι, κολάκα καὶ παράσιτον ἐξονειδίζουσι καὶ τὰς ἄλλας ἃς εἰώθασιν ὕβρεις ἐπιφέρουσι, εἴσεται τὸ γεγονός ὁ Φαιδρίας.