Ancient Greek
187.4
Aristaenetus, Epistulae 187.4
Unproofread scanNot analysed yet
οβ'. Οἰνοχάρων Ῥαψανοχόρτασω. Οὐχ οὕτως οἱ τοῦς Ἑρμᾶς περικόψαντες ἢ οἱ τὰ τῆς θεοῦ ἐν Ἐλευσῖνι μυστήρια ἐξοργησάμενοι τὸν περὶ ψυχῆς ἀγῶνα ὑπέμειναν, ὡς ἐγὼ εἰς χεῖρας ἐμπεσών, ὃ θεοῦ, τῆς μαιρωτάτης Φανομάγης. 2 ἐπεὶ γὰρ ἔγνω τὸν ἑαυτῆς ἄνδρα προσκείμενον τῇ Ἰωνικῇ παιδίσκῃ τῇ τὰς σφαῖρας ἀναρριπτούσῃ καὶ τὰς λαμπάδας περιδιούσῃ, ὑπετόπησεν ἐμὲ πρόξενον εἶναι τῆς κοινωνίας, καὶ διὰ τῶν οἰκετῶν ἀνερπάσασα παρρηχήμα μὲν ἐν κυσσοδόκῃ δήσασα κατέσχε, εἰς τὴν ὑστεραίαν δὲ παρὰ τὸν ἑαυτῆς ἤγαγε πατέρα, τὸν σκυθρωπὸν Κλεαίνετον, ὃς τὰ νῦν δή ταῦτα πρεσβύει τοῦ συνεδρίου, καὶ εἰς αὐτὸν ὁ Ἀρειος πάγος ἀποβλέπουσιν. 3 ἀλλ' ὅταν τινὰ θελῶσιν οἱ θεοὶ σώζεσθαι, καὶ ἐξ αὐτῶν ἀνασπῶσι βαράθρων· οὕτως καὶ ἐμοὶ τριπαραγῆνου κυνός, ὃν φασιν ἐφεστάναι ταῖς ταρταρείαις πύλαις, ἐξήρπασαν. 4 οὐχ ἔφη γὰρ τὰ κατ' ἐμὲ ὁ δεινὸς ἐκεῖνος πρεσβύτης τῇ βουλῇ κοινούμενος, καὶ ὑπιάλῳ συσχεθεὶς εἰς τὴν τρίτην ἀπέφυγε. καὶ ὁ μὲν ἐκτάδην κείται, τὰ πρὸς τὴν ἔκφορὰν τῶν οἴκοι παρασκευαζομένων, 5 ἐγὼ δὲ ἢ ποδῶν εἶχον ὀγδόμην