Ancient Greek
189.3
Aristaenetus, Epistulae 189.3
Unproofread scanNot analysed yet
ε'. Αἱ ἐν Κορίνθῳ ἐταῖραι ταῖς ἐν ἄστει χαίρειν. Οὐκ ἐπύθεσθε τὰ νεώτερα νῦν πράγματα; οὐκ ἠκούσατε καινὸν ἐταῖρας ὄνομα; ὡ πόσον ἡμῖν ἐπιτετεύχεται χόημα, Λαΐς ὑπὸ Ἀπελλοῦ τοῦ ζωγράφου θηριοτροφηθεῖσα. ἀλλαι, κλείσατε τὰ ἐργαστήρια ὑμῶν, μᾶλλον δὲ καὶ ἑαυτὰς ἀποκλείσατε. (2) μία νῦν ἐστιν ἡ τὴν Ἑλλάδα ὅλην διασθοῦσα γυνή, μία. Λαΐς ἐν τοῖς θεάτροις, ἐν ταῖς ἐκκλησίαις, ἐν τοῖς δικαστηρίοις, ἐν τῇ βουλῇ, πανταχῇ. πάντες αὐτὴν λαλοῦσιν, νὴ τὴν Ἀφροδίτην, καὶ οἱ χωροὶ διανεύουσι ἀλλήλοις τὸ ἐκείνης κάλλος. οὕτω γλῶσσα γίνεται καὶ τοῖς λαλεῖν μὴ δυναμένοις Λαΐς. (3) εἰκῶς· ἐνδεδυμένη μὲν γὰρ εὐπρωσοτάτη ἐστιν, ἐκδύσα δὲ ὅλη πρόσωπον φαίνεται, οὔτε καταξήρος οὔτε κατάσαρκος, ἀλλ' οἷας λέγομεν ἡμεῖς ἰσχανεγχύλους. (4) τρίχες ἐνουλισμέναι φύσει, ξανθίζουσαι δὲ ἀφαρμάχευτα καὶ τῶν ἀχρωμίδων ὑπερχυμέναι μαλακῶς. ὀφθαμοὶ δὲ νὴ τὴν Ἄρτεμιν ὅλης σελήνης εὐχυλότεροι· καὶ τὸ μέλαν αὐτῶν μελάντατον καὶ τὸ κύκλῳ λευκόν. . . .