Ancient Greek
194.1
Aristaenetus, Epistulae 194.1
Unproofread scanNot analysed yet
ΑΜΑΣΙΟΣ ΕΠΙΣΤΟΛΑΙ. α'. Ἀμασις Πολυκράτει ὧδε λέγει. Ἡδὺ μὲν πυνθάνεσθαι ἄνδρα φίλον καὶ ξένον εὖ πράττοντα, ἐμοὶ δὲ αἱ σαὶ μεγάλαι εὐτυχίαι οὐκ ἀρέσκουσι ἐπισταμένῳ τὸ θεῖον ὡς ἐστι φθονερόν· καὶ κῶς βούλομαι καὶ αὐτὸς καὶ τῶν ἂν κήδωμαι τὸ μὲν τι εὐτυχέειν τῶν πραγμάτων, τὸ δὲ προσπταίειν, καὶ οὕτω διαφέρειν τὸν αἰῶνα ἐναλλάξ πράττων, ἢ εὐτυχέειν τὰ πάντα. οὐδὲν γὰρ κῶ λόγῳ οἶδα ἀκούσας ὅστις ἐς τέλος οὐ κακῶς ἐτελεύτησε πρὸ ῥίζος, εὐτυχέων τὰ πάντα. σὺ δὲ νῦν ἐμοὶ πειθόμενος ποίησον πρὸς τὰς εὐτυχίας τοιάδε· φροντίσας τὸ ἂν εὕρῃς ὅν σοι πλείστου ἀξίων, καὶ ἐπ' ᾧ σὺ ἀπολομένῳ μάλιστα τὴν ψυχὴν ἀλγήσεις, τοῦτο ἀπόβαλε οὕτω ὅκως μηκέτι ἥξει ἐς ἀνθρώπους. ἢν τε μὴ ἐναλλάξ ἤδη τῷπὸ τούτου αἱ εὐτυχίαι σοι τῃσι πάθησι προσπίπτωσι, τρόπῳ τῷ ἐξ ἐμεῦ ὑποκειμένῳ ἀκέο.