Ancient Greek
197.4 to 197.8
Aristaenetus, Epistulae 197.4-8
Unproofread scanNot analysed yet
δ᾽ Μηδώκῳ. Φθόνος καὶ πτώσις μεγάλα τεκμήρια φαύλης ψυχῆς· φθόνῳ μὲν γὰρ ἐπεταὶ λύπη εὐπραγίας φίλων καὶ πολίτων, πτώσει δὲ ἐλπίδες κενῶν λόγων. Σκυθὼι οὐκ ἀποδέχονται τοιούτους ἄνδρας, ἀλλὰ χαίρουσι τε τοῖς εὖ πράττουσι, καὶ ζητοῦσιν ὧν εὐλόγον αὐτοὺς τυχεῖν· μῖσος δὲ καὶ φθόνον καὶ πᾶν δύσκολον πάθος ὡς πολέμια ἐκδιώκοντες παντὶ σθένει διατελοῦσιν. ε᾽ Ἁννωνί. Ἐμοὶ μὲν περίβλημα γλαΐνα σκυθική, ὑπόδημα δέρμα ποδῶν, κοίτη δὲ πᾶσα γῆ, δεῖπνον καὶ ἄριστον γάλα καὶ τυρὸς καὶ κρέας ὁπότῳ, πτεῖν ὕδωρ. ὡς οὖν ἀγόντός μου σχολὴν ὧν οἱ πλεῖστοι ἔνεκεν ἀσχολοῦνται, παραγενοῦ πρὸς με, εἴ τινά μου χρείαν ἔχεις. ὥρα δ᾽ οἷς ἐντρυφᾶτε ἀντιδιωρύμαι σοι, ὧμεῖς δ᾽ ὧοι Καρχηδονίων εἰς χάριν σὴν ἀνέθεσθε θεοῖς. ς᾽ Υἱῷ βασιλέως. Σοὶ μὲν αὐλοὶ καὶ βαλάντια, ἐμοὶ δὲ βέλη καὶ τόξα. διὸ εἰκῶτος σὺ μὲν δοῦλος, ἐγὼ δὲ ἐλεύθερος· καὶ σοὶ μὲν πολλοὶ πολέμιοι, ἐμοὶ δὲ οὐδεὶς. εἰ δὲ θέλεις βίψας τὸ ἀργύριον φέρειν τόξα καὶ φαρέτραν καὶ πολιτεύεσθαι μετὰ Σκυθῶν, ὑπάρχει καὶ σοὶ τὰ αὐτά.