Ancient Greek
202.1
Aristaenetus, Epistulae 202.1
Unproofread scanNot analysed yet
α'. Βασιλεὺς Ἀντίοχος Πτολεμαίῳ χαίρειν. Τῶν Ἰουδαίων καὶ παραυτίκα μὲν, ἕνεκα τῆς χώρας ἐπέβημεν αὐτῶν, ἐπιδειξαμένων τὸ πρὸς ἡμᾶς φιλότιμον, καὶ παραγενομένων δ' εἰς τὴν πόλιν λαμπρῶς ἐκδεξαμένων καὶ μετὰ μὲν τῆς γερούσις ἀπαντησάντων, ἀρόδουν δὲ τὴν χορηγίαν τοῖς στρατιώταις καὶ τοῖς ἐλέφασι παρεσχημένων, συνεξελόντων δὲ καὶ τοὺς ἐν τῇ ἀκρᾳ φρουροὺς τῶν Αἰγυπτίων, ἡξιώσαμεν καὶ ἡμεῖς τούτων αὐτοὺς ἀμείψασθαι καὶ τὴν πόλιν αὐτῶν ἀναλαβεῖν κατεσθαρμένην ὑπὸ τῶν περὶ τοὺς πολέμους συμπεσόντων, καὶ συνοικίσαι τῶν διασπαρμένων εἰς αὐτὴν πάλιν συνελθόντων. πρῶτον δ' αὐτοῖς ἐχρίσαμεν διὰ τὴν εὐσέβειαν παρασχεῖν τὴν εἰς τὰς θυσίας σύνταξιν, κτηνῶν τε θυσίμων καὶ οἴνου καὶ ἐλαίου καὶ λιβάνου, ἀργυρίῳ τιμὴν μυριάδας δύο, καὶ σεμίδαλεως ἀρτάβας ἱερὰς ἐξ κατὰ τὸν ἐπιχώριον νόμον, καὶ πυρῶν μεδίμνους χιλίας τετρακοσίους καὶ ἐξήκοντα, καὶ ἀλῶν μεδίμνους τριακοσίους ἐβδομήκοντα πέντε. τελεῖσθαι δ' αὐτοῖς ταῦτα βούλομαι καὶθὼς ἐπέσταλχα, καὶ τὸ περὶ τὸ ἱερὸν ἀπαρτισθῆναι ἔργον, τὰς τε στοὰς καὶ εἰ τὶ ἕτερον οἰκοδομήσαι δεοί. ἢ δὲ τῶν ξύλων ὕλη κατακομισθεῖσο ἐξ αὐτῆς τε τῆς Ἰουδαίας καὶ ἐκ τῶν ἄλλων ἐθνῶν καὶ ἐκ τοῦ Λιβάνου μηδενὸς εἰσπρασσομένου τέλους: ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις ἐν οἷς ἂν ἐπιφανεστέραν γίνεσθαι τὴν τοῦ ἱεροῦ ἐπισκευὴν δέη. πολιτεύεσθωσαν δὲ πάντες οἱ ἐκ τοῦ ἔθνους κατὰ τοὺς πατρίους νόμους, ἀπολυέσθω δὲ ἡ γερούσια καὶ οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς τοῦ ἱεροῦ καὶ οἱ ἱεροφύλαται ὧν ὑπὲρ τῆς κεφαλῆς τελοῦσι καὶ τοῦ στεφανίτου φόρου καὶ τοῦ ὑπὲρ τῶν ἄλλων. ἵνα δὲ θάττον ἡ πόλις κατοικισθῇ; δίδωμι τοῖς τε νῦν κατοικοῦσι καὶ κατελευσομένοις ἕως τοῦ Ὑπερβερετίου μηνὸς ἀτελεσίαν εἶναι μέχρι τριῶν ἐτῶν. ἀπολύομεν δὲ καὶ εἰς τὸ λοιπὸν αὐτοὺς τοῦ τρίτου μέρους τῶν φόρων, ὥστε αὐτῶν ἐπανορθωθῆναι τὴν βλάβην. καὶ ὅσοι ἐκ τῆς πόλεως ἀρπαγέντες δουλεύουσιν, αὐτοὺς τε τούτους καὶ τοὺς ὑπ' αὐτῶν γεννηθέντας ἐλευθέρους ἀφίεμεν, καὶ τὰς οὐσίας αὐτοῖς ἀποδιδόσθαι κελεύομεν.