Ancient Greek
229.4
Aristaenetus, Epistulae 229.4
Unproofread scanNot analysed yet
ὀρχα καὶ βοῖαι καὶ μηλέαι ἀγλαόκαρποι φαίν τις ἂν καθομηρίζων τῶν ὀπωρινῶν αὐτῷ: Νυμφῶν τὸ χωρίον. ἢν μὲν οὖν ταῦτα καὶ ἕτερα δένδρα πλησίον, εὐανθὴ μὲν τοὺς ὀπτήχας, πάμφωρα δὲ τὸν καρπὸν, ὡς εὐωδέστατον παρέχειν τὸν ἐφάμιον τόπον. καὶ τούτων ἐκδρεψάμενος φύλλων ὑπεμάλιστον τοὺς δακτύλους, εἶτα τῇ ῥινὶ προσάγων γλυκυτέρας ἐπὶ πλείστον εἰσέπνεον εὐοσμίας. ἀμπέλοι δὲ παμμήκεις σρόδρα τε ὑψηλαὶ περιελίττονται κυπαρίττους, ὡς ἀνακλᾶν ἡμᾶς ἐπὶ πολὺ τὸν αὐχένα πρὸς θέαν τῶν κύκλῳ συναυρουμένων βοτρύων, ὧν οἱ μὲν ὀργῶσιν, οἱ δὲ περχάζουσιν, οἱ δὲ ὀμρακες, οἱ δὲ οἰνάθαι δοκοῦσιν, ἐπὶ τούτων τοὺς πεπανθέντας ὁ μὲν ἀνεριγάτω, ὁ δὲ ἀπὸ τῆς γῆς ἀρδὲς ἰκανῶς ἄκρα μὲν τῇ λακῇ σφοδρῶς εἵχετο τοῦ φυτοῦ βεβηκὼς ἐπὶ τῶν κλάδων, τῇ δεξιᾷ δὲ παρετρυχά· ὁ δὲ ἀπὸ τοῦ δένδρου χειρα ὥρεγε γεωργῷ ὑπεργεγηραχότι. ἡ δὲ πηγὴ χαριεστάτη ὑπὸ τῇ πλατανῷ ῥεῖ ὕδατος εὖ μᾶλα ψυχοῦ, ὡς γε τῷ ποδὶ τεμηχράσθαι, καὶ διαφανοῦς τοσούτον, ὥστε συνετινηχομένον καὶ διαπλεχομένον ἐπαφρόδιτος ἀλλήλοις ἅπαν ἡμῶν φανερῶς ἀποκαταφαίνεσθαι μέλος. ὁμῶς δ' οὖν οἷδα πολλάκις τὴν αἴσθησιν πλανηθεῖς πρὸς ὁμοιότητα μηλῶν τε καὶ τῶν ἐκείνης μαστῶν· μηλοῦ γὰρ ἀμφοῖν μεταξὺ διανηχομένου τῇ χειρὶ κατεδράξαμην, τοῦτο εἶναι νομίσας τὸν κυδιωνίζοντα τῆς ποθουμένης μαστόν. καλῇ μὲν οὖν νὴ τὰς κωλιάδας Νύμφας καὶ καθ' ἑαυτὴν ἡ πηγή, φαυλότερα δὲ μᾶλλον ἐδόκει τοὺς εὐωδεστέρους ἐπικοσμηθεῖσα τῶν φύλλων καὶ τοὺς μέλει τῆς Λειμώνης, ἥτις καίπερ ὑπερφύως εὐπρόσωπος οὖσα, ὁμῶς, ὅταν ἀπεκδύνηται, δι' ὑπερβολὴν τῶν ἐνδον ἀπρόσωπος εἶναι δοκεῖ. καλῇ μὲν οὖν ἡ πηγή, εὐχρατῶς δὲ καὶ ἡ τοῦ ζεφύρου πνοή, τὸ χαλεπὸν παρακουσούμενη τῆς ὥρας, λεπτὸν ἅμα καὶ ὑπνηλὸν ἐνηχοῦσα καὶ τῆς εὐωδίας πολλὴ συνεπαγομένη τῶν δένδρων, τοὺς μύρους ἀντέπνει τῆς γλυκυτάτης. καὶ συμμιγὴς ἢν εὐοσμία καὶ μικροῦ γε ὁμοίμως τὴν αἴσθησιν εὐφραίνοντων· βραχὺ γάρ, ἡγοῦμαι, τὸ μῶρον ἐνίκα, ὅτι γε τῆς Λειμώνης ὑπῆρχε τοῦ μύρον. ἐπὶ δὲ τὸ ἐμπιπτον τῆς αὐρᾶς λιγυρὸν ὑπήχει τῷ μουσικῷ τῶν τεττίγων χορῷ, δι' ἧν καὶ τὸ πνίγος