Ancient Greek
232.1
Aristaenetus, Epistulae 232.1
Unproofread scanNot analysed yet
φιλὴν αὐτῆς ἐκ γειτόνων οἰκοῦσαν προδιέθηκεν ὅπως ἀμφότεραι βουκολήσουσι τὸν πρεσβύτην. εἶτα ἤκεν εὐθὺς οὗτος καὶ εἰσπεπτήχεν ἐνδον, κεχραγὼς ἄμα καὶ πνέων θυμοῦ, τῆς τε γαμετῆς ὥσε τὴν ἀκολασίαν ἐβόα «τὴν ἐμὴν ἐυνὴν οὐποτε χαίρουσα καθυβρίσεις, »καὶ δι’ ὧν ἑώρακεν ἑματίων ἀπήγγελε τὴν μοιχείαν, καὶ ξίφος ἤδη μεμηγνὼς ἐπεχέσει. τότε δὴ λοιπὸν ἡ γείτων εἰς καιρὸν ἀνεφάνη καὶ «δέξου τὴν ἐσθῆτα »φησίν, «ὦ φίλτατη. μεγίστην οἶδά σοι χάριν. πεπλήρωκα τὴν εὐχὴν. ἀλλὰ πρὸς θεῶν μηδὲν ἀλαζονικόν· μετάλαβε δὲ καὶ σὺ τῶν παρατεθέντων ἡμῖν. »τούτων οὕτω λεγομένων δ τραχὺς ἑκεῖνος ἀνὴρ γερόων, τὸν τε θυμὸν ἀνεκρούετο, καὶ ὑπὸ τῆς μετανοίας εἰς τοσαύτην πρᾳότητα συνδιέλυσε τὴν ὀργήν, ὡς τοὐναντίον ἀπολογεῖσθαι τῇ γαμετῇ. «ὦ γύναι, συγγνώσκέ μοι »φησίν. «ἐξέστην, ὁμολογῶ· ἀλλὰ τῆς σῆς ἑνεκα σωφροσύνης θεὸς τις εὐμενὴς εἰς κοινὴν σωτηρίαν φιλανθρώπως ἀπέσταλκε ταύτην, καὶ ἀμφοτέρους ἀπέσωσεν εἰσδραμούσα. »