Ancient Greek
234.43 to 234.6
Aristaenetus, Epistulae 234.43-6
Unproofread scanNot analysed yet
ὅσα πεπόνθασιν οἱ δι' αὐτὸν τραυματία. ὁθεν ὁ Ἔρως οὐ μετριῶς ἐνέτεινε τὴν νευρὸν (ὅτε καὶ τερπνὴ πέρυκεν ἡ τοξεῖα), ἀλλ' ὅσον εἶχεν ἰσχύος προσελχύσας τὰ τόξα, σφορότατα διασῆκε τὸ βέλος. τοιγαροῦν εὐθὺς, ὡς κάλλιστον παιδίον Ἀκόντιε, δυοῖν ἑτέρων, ἢ γάμων ἢ θάνατον διελογίζου βληθείς. πλὴν αὐτὸς ὁ τρώσας ἀεὶ τινὰς παραδδξους μηχανὰς διαπλέκων μητέρα. »ὑπέθετό σοι καινοτάτην βουλήν, τάχα πού τὸ σὸν αἰδούμενος κάλλος. αὐτίκα γοῦν κατὰ τὸ Ἀρτεμίσιον β' Σησίχουρος Ἐρατοσθένει. Γυνὴ τις ἐν ἀγορᾷ προϊοῦσα τὸν τε σύνευνον εἶχε πλησίον, καὶ ὑπὸ τῶν οἰκετῶν περιεστοιχίζετο κύκλῳ. ὡς δὲ προσιόντα τὸν ἑαυτῆς εἶδε μοιχόν, ἄφνω βου-