Ancient Greek
246.4
Aristaenetus, Epistulae 246.4
Unproofread scanNot analysed yet
Γλυκέρα Χαρίσιον ἐπόθει, καὶ νῦν δὲ ποθεῖ· μὴ φέρουσα δὲ τὴν ἀγερωχίαν τοῦ μειρακίου (ὁσθὰ γὰρ τὸν νέον καὶ τὸν τρόπον αὐτοῦ) ἠθέλε πρὸς μῖσος αὐτῇ μεταβληθῆναι τὸ φίλτρον. αἴτιον δὲ ἦν τοῦ βουληθῆναι μισεῖν τὸ λίαν φιλεῖν. αὐτὴ οὖν συμβουλεύεται τῇ Δωρίδι· ἄδρα δὲ καὶ μαστροπὸς τῆς Γλυκέρας ἡ Δωρίς. ὅτε τοίνυν ἰκανῶς αὐταῖς ἔγχε τὸ σκέμμα, ἡ προαγωγὸς ὡς ἐφ' ἑτέρων τι προῆλθε. ταύτην δὲ Χαρίσιος ἰδὼν «χαίροις »εἶπε «φιλάτα. »ἡ δὲ «καὶ πύθεν ἄν ἐμοί »φησὶ «γένοιτο χαίρειν; »ὁ δ' οὖν νεανίας ἐπύθετο «τί δ' ἐστὶ πρὸς θεῶν; νεώτερόν τι συμβέβηκεν; »ἡ δὲ μαστροπὸς ἀπεκρίθη δεδαχρυμένη δῆθεν πικρῶς «ἡ Γλυκέρα τοῦ βδελυροῦ Πολέμωνος ἐκτόπως ἔρα, σὲ δέ, εἰ καὶ παράδοξον ἔρω, μισεῖ μῖσος ἐξάσιον. »«ἆρα λέγεις ἀληθῆ; »καταπλαγεὶς ἤρετο πάλιν ὁ νέος πολλὰ χρώματα ἀρεις. «καὶ μᾶλα »φησίν «ἀληθινὰ »ἡ Δωρίς. «ἔμε γοῦν ἐπλήγεν ἀφειδῶς, ἵνα σου μόνῃν ἐπὶ στόμαχος ἡρεμὶ τὴν προσηγορίαν ἐνέγκω. »ἐνταῦθα Χαρίσιος ἐλέγεται μᾶλλον ἐρῶν ἢ ποθούμενος· πολλοὶ γὰρ ὧν κατεφρόνουν ἐπ' ἐξουσίας ὑπὸ τοῦ ζηλοτυπεῖν ἠράσθησαν ἐκπαθῶς. τὴν οὖν πολλὴν ἀλαζονείαν ἀρεὶς φθέγγεται ταπεινὸν τε καὶ σκυθρωπὸν καὶ τεθνηκὸς ἀθυμία· εἶδοθε γὰρ ἡ βαρύτης, ἐὰν ἀμελείσθαι δοκῇ, καταβάλλεσθαι. ἐδάκρυε τε ἀστακτὶ μεταστραφεὶς ἐπὶ ὕστερα, καὶ τῆδε κάκεῖσε τὸ πρόσωπον ἐξωθὼν ἀποπέμπεται τὰ δάκρυα